previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

περὶ δὲ Τροιζῆνα τὸ παλαιόν᾽, φησὶν αὐτὸς
Κλέαρχος, ‘οὔτε τὸν ἱερὸν καλούμενον πουλύπουν οὔτε τὸν κωπηλάτην [πουλύπουν] νόμιμον ἦν θηρεύειν, ἀλλ᾽ ἀπεῖπον τούτων τε καὶ τῆς θαλαττίας χελώνης μὴ ἅπτεσθαι. δὲ πουλύπους ἐστὶ συντηκτικὸς καὶ λίαν ἀνόητος: πρὸς γὰρ τὴν χεῖρα τῶν διωκόντων βαδίζει καὶ διωκόμενος ἔστιν ὅτε οὐχ ὑποχωρεῖ. συντήκονται δ᾽ αὐτῶν αἱ θήλειαι μετὰ τὸν τόκον καὶ παρίενται: διὸ καὶ ῥᾳδίως ἁλίσκονται. ἑωράθησαν δέ ποτε καὶ ἐπὶ τὸ ξηρὸν ἐξιόντες, μάλιστα δὲ πρὸς τὰ τραχέα τῶν χωρίων: φεύγουσι γὰρ τὰ λεῖα. καὶ χαίρουσι δὲ τῶν φυτῶν [καὶ] ταῖς ἐλαίαις καὶ πολλάκις εὑρίσκονται ταῖς πλεκτάναις περιειληφότες τὸ στέλεχοσ᾽. ῾ἐφωράθησαν δὲ καὶ συκέαις προσπεφυκυίαις τῇ θαλάσσῃ προσπλεκόμενοι καὶ τῶν σύκων ἐσθίοντες, ὥς φησι Κλέαρχος ἐν τῷ περὶ τῶν ἐν τῷ ὑγρῷ.' ‘ἐστὶ δὲ δεῖγμα τοῦ ἥδεσθαι αὐτοὺς τῇ ἐλαίᾳ καὶ τοῦτο: ἐάν τις κλάδον τοῦ φυτοῦ τούτου καθῇ εἰς τὴν θάλασσαν καθ᾽ ἥν εἰσι πουλύποδες καὶ μικρὸν ἐπίσχῃ, ἀπονητὶ ἀνέλκει τῷ κλάδῳ περιπλεκομένους ὅσους ἐθέλει.' ἔχουσι δὲ τὰ μὲν ἄλλα μέρη ἰσχυρότατα, τὸν δὲ τράχηλον ἀσθενῆ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: