ὅστις ἄνθρωπος δὲ φὺςτὰ αὐτὰ εἴρηκε καὶ ἐν Ὑδρίᾳ.
ἀσφαλές τι κτῆμ᾽ ὑπάρχειν τῷ βίῳ λογίζεται,
πλεῖστον ἡμάρτηκεν. ἢ γὰρ εἰσφορά τις ἥρπασεν
τἄνδοθεν πάντ᾽ ἢ δίκῃ τις περιπεσὼν ἀπώλετο
ἢ στρατηγήσας προσῶφλεν <ἢ> χορηγὸς αἱρεθεὶς
ἱμάτια χρυσᾶ παρασχὼν τῷ χορῷ ῥάκος φορεῖ
ἢ τριηραρχῶν ἀπήγξατ᾽ ἢ πλέων ἥλωκέ ποι
ἢ βαδίζων ἢ καθεύδων κατακέκοφθ᾽ ὑπ᾽ οἰκετῶν.
οὐ βέβαιον οὐθέν ἐστι, πλὴν ὅσ᾽ ἂν καθ᾽ ἡμέραν
εἰς ἑαυτὸν ἡδέως τις εἰσαναλίσκων τύχῃ,
οὐδὲ ταῦτα σφόδρα τι: καὶ γὰρ τὴν τράπεζαν ἁρπάσαι
κειμένην ἄν τις προσελθών: ἀλλ᾽ ὅταν τὴν ἔνθεσιν
ἐντὸς ἤδη τῶν ὀδόντων τυγχάνῃς κατεσπακώς,
τοῦτ᾽ %5ἐν ἀσφαλεῖ νόμιζε τῶν ὑπαρχόντων μόνον.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
καὶ παρ᾽ Ἀντιφάνει δ᾽ ἐν Στρατιώτῃ <ἢ> Τύχωνι
παραινέσεις εἰσφέρων ἄνθρωπος τοιοῦτός ἐστιν, ὅς
φησιν ῾II 98 K':'
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.