previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

καὶ Ἀλκμὰν δ᾽ ποιητὴς ἑαυτὸν ἀδηφάγον εἶναι παραδίδωσιν ἐν τῷ τρίτῳ διὰ τούτων fr. 33':'
καὶ ποκά τοι δώσω τρίποδος κύτος,
κ᾽ ἔνι ......... λε᾽ ἀγείρῃς.
ἀλλ᾽ ἔτι νῦν γ᾽ ἄπυρος, τάχα δὲ πλέος
ἔτνεος, οἷον παμφάγος Ἀλκμὰν
ἠράσθη χλιερὸν πεδὰ τὰς τροπάς.
οὔ τι γὰρ ἠὺ τετυγμένον ἔσθει ...
ἀλλὰ τὰ κοινὰ γάρ, ὥσπερ δᾶμος,
ζατεύει.
κἀν τῷ ε# δὲ ἐμφανίζει αὑτοῦ τὸ ἀδηφάγον λέγων οὕτως fr. 76':'
ὥρας δ᾽ ἔσηκε τρεῖς, θέρος
καὶ χεῖμα κὠπώραν τρίταν
καὶ τέτρατον τὸ ἦρ, ὅκα
σάλλει μέν, ἐσθίεν δ᾽ ἄδαν
οὐκ ἔστι.
Ἀναξίλας δ᾽ κωμικὸς περὶ Κτησίου τινὸς διαλεγόμενος ἐν Χρυσοχόῳ δράματί φησιν II 273 K':'
ἤδη σχεδόν τι πάντα σοι πλὴν Κτησίου.
δείπνου γὰρ οὗτος, ὡς λέγουσιν οἱ σοφοί,
ἀρχήν, τελευτὴν δ᾽ οὐκ ἐπίσταται μόνος.
κἀν Πλουσίοις ib. p. 272':'
διαρραγήτω χἄτερος δειπνῶν τις εὖ,
μὴ Κτησίας μόνος. Β. τί γὰρ σὲ κωλύει;
Α. δείπνου γὰρ οὗτος, ὡς λέγουσιν οἱ σοφοί,
ἀρχήν, τελευτὴν δ᾽ ἔμαθεν οὐδεπώποτε.
κἀν Χάρισι δὲ Κραναόν τινα συγκαταλέγει οὕτως αὐτῷ p. 273':'
οὐκ ἐτὸς ἐρωτῶσίν <με> προσιόντες τινές:
ὄντως Κραναὸς Κτησίου κατεσθίει
ἔλαττον δειπνοῦσιν ἀμφότεροι συχνά;
Φιλέταιρος δ᾽ ἐν Ἀταλάντῃ II 230 K':'
κἂν δέῃ, τροχάζω στάδια πλείω Σωτάδου,
τὸν Ταυρέαν δὲ τοῖς πόνοις ὑπερβαλῶ
τὸν Κτησίαν τε τῷ φαγεῖν ὑπερδραμῶ.
Ἀνάξιππος Κεραυνῷ IV 464 M':'
ὁρῶ γὰρ ἐκ παλαίστρας τῶν φίλων
προσιόντα μοι Δάμιππον. Β. <> τοῦτον λέγεις
τὸν πέτρινον, ὃν οἱ φίλοι καλοῦσί σοι
νυνὶ δι᾽ ἀνδρείαν Κεραυνόν; εἰκότως:
ἀβάτους ποιεῖν γὰρ τὰς τραπέζας οἴομαι
αὐτὸν κατασκήπτοντα αὐταῖς τῇ γνάθῳ.
ἐν τούτοις ἐδήλωσεν κωμικὸς διότι καὶ τὸ δρᾶμα Κεραυνὸν ἀπ᾽ αὐτοῦ ἐπιγέγραφε. Θεόφιλος δ᾽ ἐν Ἐπιδαύρῳ II 474 K':'
Ἀτρεστίδας τις Μαντινεὺς λοχαγὸς ἦν,
ἀνδρῶν ἁπάντων πλεῖστα δυνάμενος φαγεῖν.
ἐν δὲ Παγκρατιαστῇ παραγαγὼν τὸν ἀθλητὴν ὡς πολλὰ ἐσθίοντά φησιν p. 475':'
ἑφθῶν μὲν σχεδὸν
τρεῖς μνᾶς, Β. λέγ᾽ ἄλλο. Α. ῥυγχίον, κωλῆν, πόδας
τέτταρας ὑείους, Β. Ἡράκλεις. Α. βοὸς δὲ τρεῖς,
ὄρνιθ᾽, Β. Ἄπολλον. λέγ᾽ ἕτερον. Α. σύκων δύο
μνᾶς. Β. ἐπέπιες δὲ πόσον; Α. ἀκράτου δώδεκα
κοτύλας. Β. Ἄπολλον, Ὧρε καὶ Σαβάζιε.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: