Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἔθος δ᾽ ἦν πρότερον ἐν τῷ ποτηρίῳ ὕδωρ ἐμβάλλεσθαι,
μεθ᾽ ὃ τὸν οἶνον.
Ξενοφάνης ῾fr. 4 B':'
οὐδέ κεν ἐν κύλικι πρότερον κεράσειέ τις οἶνον
ἐγχέας, ἀλλ᾽ ὕδωρ καὶ καθύπερθε μέθυ.
Ἀνακρέων ῾fr. 62 B4':'
φέρ᾽ ὕδωρ, φέρ᾽ οἶνον, ὦ παῖ,
φέρε <δ᾽> ἀνθεμεῦντας ἡμῖν
στεφάνους ἔνεικον, ὡς δὴ
πρὸς Ἔρωτα πυκταλίζω.
πρὸ δὲ τούτων Ἡσίοδος ῾op. 593':'
κρήνης τ᾽ ἀενάου καὶ ἀπορρύτου, ἥτ᾽ ἀθόλωτος,
τρὶς ὕδατος προχέειν, τὸ δὲ τέτρατον ἱέμεν οἴνου.
Θεόφραστος ῾om. Wimm':' ‘
ἐπεὶ καὶ τὰ περὶ τὴν
κρᾶσιν ἐναντίως εἶχε τὸ παλαιὸν τῷ νῦν παρ᾽ Ἕλλησιν
ὑπάρχοντι.
οὐ γὰρ τὸ ὕδωρ ἐπὶ τὸν οἶνον ἐπέχεον,
ἀλλ᾽ ἐπὶ τὸ ὕδωρ τὸν οἶνον,
ὅπως ἐν τῷ πίνειν ὑδαρεστέρῳ χρῷντο τῷ ποτῷ καὶ τούτου ποιησάμενοι τὴν
ἀπόλαυσιν ἧττον ὀρέγοιντο τοῦ λοιποῦ.
καὶ τὸ πλεῖστον
δὲ εἰς τοὺς κοττάβους κατανήλισκον.'