καὶ σκιφίας χρόμις θ᾽, <ὃς> ἐν τῷ ἦρι καττὸν Ἀνάνιονλέγει δὲ Ἀνάνιος οὕτως ῾II 502 B4':'
ἰχθύων πάντων ἄριστος, ἀνθίας δὲ χείματι.
ἔαρι μὲν χρόμιος ἄριστος, ἀνθίας δὲ χειμῶνι,τῶν τοῦ Ἀνανίου πλεόνων ἐμνημόνευσα νομίζων καὶ τοῦτον ὑποθήκας τοῖς λάγνοις τοιαύτας ἐκτεθῆσθαι.
τῶν καλῶν δ᾽ ὄψων ἄριστον καρὶς ἐκ συκέης φύλλου.
ἡδὺ δ᾽ ἐσθίειν χιμαίρης φθινοπωρισμῷ κρέας:
δέλφακος δ᾽, ὅταν τραπέωσι καὶ πατέωσιν, ἐσθίειν:
καὶ κυνῶν αὕτη τόθ᾽ ὥρη καὶ λαγῶν κἀλωπέκων:
ὄιος αὖτ᾽ ὅταν θέρος τ᾽ ᾖ κἠχέται βαβράζωσιν.
εἶτα δ᾽ ἐστὶν ἐκ θαλάσσης θύννος οὐ κακὸν βρῶμα,
ἀλλὰ πᾶσιν ἰχθύεσσιν ἐμπρεπὴς ἐν μυττωτῷ.
βοῦς δὲ πιανθείς, δοκέω μέν, καὶ μεσέων νυκτῶν
ἡδὺς
κἠμέρης.