previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

λεπτότερος δ᾽ ἦν καὶ ΦΙΛΗΤΑΣ Κῷος ποιητής, ὃς καὶ διὰ τὴν τοῦ σώματος ἰσχνότητα σφαίρας ἐκ μολύβου πεποιημένας εἶχε περὶ τὼ πόδε, ὡς μὴ ὑπὸ ἀνέμου ἀνατραπείη. Πολέμων δ᾽ περιηγητὴς ἐν τῷ περὶ Θαυμασίων fr. 84 Pr' 'ΑΡΧΕΣΤΡΑΤΟΝ φησι τὸν μάντιν ἁλόντα ὑπὸ πολεμίων καὶ ἐπὶ ζυγὸν ἀναβληθέντα ὀβολοῦ ὁλκὴν εὑρεθῆναι ἔχοντα: οὕτως ἦν ἰσχνός. δ᾽ αὐτὸς ἱστορεῖ, ὡς καὶ ΠΑΝΑΡΕΤΟΣ ἰατρῷ μὲν οὐδενὶ ὡμίλησεν, Ἀρκεσιλάου δὲ ἠκροᾶτο τοῦ φιλοσόφου, καὶ ὅτι συνεγένετο Πτολεμαίῳ τῷ Εὐεργέτῃ τάλαντα δώδεκα τὸν ἐνιαυτὸν λαμβάνων: ἦν δὲ ἰσχνότατος, ἄνοσος διατελέσας. Μητρόδωρος δ᾽ Σκήψιος ἐν δευτέρῳ περὶ Ἀλειπτικῆς Ἱππώνακτα τὸν ποιητὴν οὐ μόνον μικρὸν γενέσθαι τὸ σῶμα, ἀλλὰ καὶ λεπτόν, ἀκρότονον δ᾽ οὕτως ὡς πρὸς τοῖς ἄλλοις καὶ κενὴν λήκυθον βάλλειν μέγιστόν τι διάστημα, τῶν ἐλαφρῶν σωμάτων διὰ τὸ μὴ δύνασθαι τὸν ἀέρα τέμνειν οὐκ ἐχόντων βιαίαν τὴν φοράν. λεπτὸς δ᾽ ἦν καὶ ΦΙΛΙΠΠΙΔΗΣ, καθ᾽ οὗ λόγος ἐστὶν Ὑπερείδῃ τῷ ῥήτορι, λέγων αὐτὸν ἕνα τῶν πολιτευομένων εἶναι. ἦν δ᾽ εὐτελὴς τὸ σῶμα διὰ λεπτότητα, ὡς Ὑπερείδης ἔφη fr. 172 Bl'.' Ἄλεξίς τ᾽ ἐν Θεσπρωτοῖς φησιν II 325 K':'
Ἑρμῆ θεῶν προπομπὲ καὶ Φιλιππίδου
κληροῦχε, Νυκτός τ᾽ ὄμμα τῆς μελαμπέπλου.
καὶ Ἀριστοφῶν Πλάτωνι ib. 279':'
ἐν ἡμέραις τρισὶν
ἰσχνότερον αὐτὸν ἀποφανῶ Φιλιππίδου.
Β. οὕτως ἐν ἡμέραις ὀλίγαις νεκροὺς ποιεῖς;
Μένανδρος δὲ Ὀργῇ fr. 365 K':'
λιμὸς ὑμῶν τὸν καλὸν τοῦτον δακὼν
Φιλιππίδου λεπτότερον ἀποδείξει νεκρόν:
ὅτι δὲ καὶ πεφιλιππιδῶσθαι ἔλεγον τὸ λελεπτύνθαι Ἄλεξις ἐν Μανδραγοριζομένῃ φησίν II 349 K':'
κακῶς ἔχει: στρουθὶς ἀκαρὴς νὴ Δί᾽ ἐγένου:
πεφιλιππίδωσαι. Β. μὴ σὺ καινῶς μοι λάλει:
ὅσον οὐ τέθνηκα. Α. τοῦ ταλαιπώρου πάθους.
πολλῷ οὖν κάλλιόν ἐστι τοιοῦτόν τινα εἶναι τὴν ἰδέαν ὥς φησιν Ἀντιφάνης ἐν Αἰόλῳ ib. 17':'
τοῦτον οὖν
δι᾽ οἰνοφλυγίαν καὶ πάχος τοῦ σώματος
ἀσκὸν καλοῦσι πάντες οὑπιχώριοι.
Ἡρακλείδης δὲ Ποντικὸς ἐν τῷ περὶ Ἡδονῆς ΔΕΙΝΙΑΝ φησὶ τὸν μυροπώλην διὰ τρυφὴν εἰς ἔρωτας ἐμπεσόντα καὶ πολλὰ χρήματα ἀναλώσαντα, ὡς ἔξω τῶν ἐπιθυμιῶν ἐγένετο, ὑπὸ λύπης ἐκταραχθέντα ἐκτεμεῖν αὑτοῦ τὰ αἰδοῖα, ταῦτα πάντα ποιούσης τῆς ἀκολάστου τρυφῆς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: