πολλοὶ δὲ <τῶν> γρίφων καὶ τοιοῦτοί τινές εἰσιν οἷον:τοῦτο δὲ σημαίνει σικύας προσβολήν. καὶ τὸ Πανάρκους δ᾽ ἐστὶ τοιοῦτον, ὥς φησι Κλέαρχος ἐν τῷ περὶ γρίφων ῾i. s. p. 322',' ὅτι βάλοι ‘ξύλῳ τε καὶ οὐ ξύλῳ καθημένην ὄρνιθα καὶ οὐκ ὄρνιθα ἀνήρ τε κοὐκ ἀνὴρ λίθῳ τε καὶ οὐ λίθῳ.' τούτων γάρ ἐστι τὸ μὲν νάρθηξ, τὸ δὲ νυκτερίς, τὸ δὲ εὐνοῦχος, τὸ δὲ κίσηρις. καὶ Πλάτων δ᾽ ἐν πέμπτῳ Νόμων ῾reip. p. 479 b' 'μνημονεύει: τοὺς τῶν τεχνυδρίων φιλοσόφους τοῖς ἐν ταῖς ἑστιάσεσιν ἔφη ἐπαμφοτερίζουσιν ἐοικέναι καὶ τῷ τῶν παίδων αἰνίγματι τῷ περὶ τοῦ εὐνούχου τῆς βολῆς πέρι τῆς νυκτερίδος, ᾧ καὶ ἐφ᾽ οὗ αὐτὸν αὐτὴν αἰνίττονται βαλεῖν.
ἄνδρ᾽ εἶδον πυρὶ χαλκὸν ἐπ᾽ ἀνέρι κολλήσαντα
οὕτω συγκόλλως ὥστε σύναιμα ποιεῖν.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.