previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἑκάστῳ δὲ τῶν δαιτυμόνων παρ᾽ Ὁμήρῳ παράκειται ποτήριον. <Δημοδόκῳ> γοῦν Od. 8.69' 'παρατίθεται κάνεον καὶ τράπεζα καὶ δέπαςπιεῖν ὅτε θυμὸς ἀνώγοι.' ἐπιστέφονται δὲ ποτοῖο οἱ κρητῆρες Il. 1.470',' ἤτοι ὑπερχειλεῖς οἱ κρατῆρες ποιοῦνται, ὥστε διὰ τοῦ ποτοῦ ἐπιστεφανοῦσθαι, καὶ ταῦτα ἔπρασσον πρὸς οἰωνοῦ τιθέμενοι. κοῦροι δὲ διανέμουσιπᾶσιν ἐπαρξάμενοι δεπάεσσιIl. 1.471 . τὸ δὲ πᾶσιν οὐ τοῖς ποτηρίοις, ἀλλὰ τοῖς ἀνδράσιν. Ἀλκίνους γοῦν τῷ Ποντονόῳ φησί Od. 7.179':' ‘μέθυ νεῖμον πᾶσιν ἀνὰ μέγαρον.' καὶ ἑξῆς ἐπάγει 183':'
νώμησεν δ᾽ ἄρα πᾶσιν ἐπαρξάμενος δεπάεσσιν.
εἰσὶ δὲ καὶ τοῖς ἀρίστοις κατὰ δεῖπνα τιμαί. Τυδείδης γοῦν Il. 8.162' 'καὶ κρέασι καὶ πλείοις δεπάεσσι τιμᾶται καὶ Αἴας Il. 7.321' 'νώτοισι διηνεκέεσσι γεραίρεται, καὶ οἱ βασιλεῖς δὲ τοῖς αὐτοῖς Od. 4.65':' ‘νῶτα βοός, τά ῥά οἱ πάρθεσαν αὐτῷ᾽ [Μενέλαος δηλονότι]. καὶ Ἰδομενέα δέ [καὶ] Ἀγαμέμνων πλείῳ δέπᾳ τιμᾷ Il. 4.262'.' καὶ Σαρπηδὼν δὲ παρὰ Λυκίοις τοῖς αὐτοῖς τιμᾶται, καὶ ἕδρῃ καὶ κρέασιν Il. 12.310'.'

ἦν δέ τις αὐτοῖς καὶ διὰ τῆς προπόσεως ἀσπασμός: οἱ γοῦν θεοὶχρυσέοις δεπάεσσι δειδέχατ᾽ ἀλλήλουσ᾽, ἤτοι ἐδεξιοῦντο προπίνοντες ἑαυτοῖς ταῖς δεξιαῖς. καί τις δὲδείδεκτ᾽ ἈχιλλέαIl. 9.224 ἀντὶ τοῦ ἐδεξιοῦτο, ἐστι προέπινεν αὐτῷ τῇ δεξιᾷ διδοὺς τὸ ποτήριον. ἐδωροῦντο δὲ καὶ ἀπὸ τῆς αὑτῶν μοίρας οἷς ἐβούλοντο, ὡς Ὀδυσσεὺς Od. 8.475' 'νώτου ἀποπροταμὼν οὗ αὐτῷ παρέθεντο τῷ Δημοδόκῳ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
hide References (11 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: