previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τοιαῦτα πολλὰ ἐφεξῆς καταλέξαντος τοῦ Δημοκρίτου Ποντιανὸς ἔφη πάντων τούτων εἶναι τῶν δεινῶν μητρόπολιν τὸν οἶνον, δι᾽ ὃν καὶ τὰς μέθας καὶ τὰς μανίας, ἔτι δὲ καὶ τὰς παροινίας γίνεσθαι: ‘οὗ τοὺς ἐκπαθῶς μεταλαμβάνοντας οὐ κακῶς Χαλκοῦς ἐπικαλούμενος Διονύσιος ἐν τοῖς ἐλεγείοις κυλίκων ἐρέτας ἔφη fr. 5 B':'
καί τινες οἶνον ἄγοντες ἐν εἰρεσίᾳ Διονύσου
συμποσίου ναῦται καὶ κυλίκων ἐρέται
.... περὶ τοῦδε: τὸ γὰρ φίλον οὐκ ἀπόλωλε.
Ἄλεξις δ᾽ ἐν Κουρίδι περί τινος πλέον πίνοντος διαλεγόμενός φησιν II 334 K':'
μὲν οὖν ἐμὸς υἱός, οἷον ὑμεῖς ἀρτίως
εἴδετε, τοιοῦτος γέγονεν, Οἰνοπίων τις
Μάρων τις Κάπηλος <τις> Τιμοκλῆς:
μεθύει γάρ: οὐδὲν ἕτερον. δ᾽ ἕτεροςτί ἂν
τύχοιμ᾽ ὀνομάσας; βῶλος, ἄροτρον, γηγενὴς
ἄνθρωπος.
χαλεπὸν οὖν ἐστιν, ἄνδρες φίλοι, τὸ μεθύειν: καὶ καλῶς πρὸς τοὺς οὕτως λάπτοντας τὸν οἶνον αὐτὸς Ἄλεξις ἐν Ὀπώρᾳ ῾ἑταίρας δ᾽ ὄνομα τὸ δρᾶμα ἔχεἰ φησίν II 358 K':'
οἶνον πολὺν
οὐ κεκραμένον <σὺ> πίνεις μεστὸς ὢν κοὐκ ἐξεμεῖς.
κἀν Δακτυλίῳ p. 312':'
εἶτ᾽ οὐχ ἁπάντων ἐστὶ τὸ μεθύειν κακὸν
μέγιστον ἀνθρώποισι καὶ βλαβερώτατον;
κἀν Ἐπιτρόπῳ δ᾽ ἔφη p. 323':'
πολὺς γὰρ οἶνος πόλλ᾽ ἁμαρτάνειν ποεῖ.
Κρώβυλός τ᾽ ἐν Ἀπολιπούσῃ IV 566 M':'
τὸ γὰρ ἐνδελεχῶς μεθύειν τίν᾽ ἡδονὴν ἔχει;
ἀποστεροῦντα ζῶνθ᾽ ἑαυτὸν τοῦ φρονεῖν,
μέγιστον ἡμῶν ἀγαθὸν ἔσχεν φύσις.
οὐ χρὴ οὖν μεθύειν. καὶ γὰρ ‘<ὅταν> δημοκρατουμένη πόλις, φησὶν Πλάτων ἐν η# Πολιτείας p. 562c' 'ἐλευθερίας διψήσασα κακῶν οἰνοχόων προστατούντων τύχῃ καὶ πορρωτέρω τοῦ δέοντος ἀκράτου αὐτῆς μεθυσθῇ, τοὺς ἄρχοντας δή, ἂν μὴ πάνυ πρᾷοι ὦσι καὶ πολλὴν παρέχωσι τὴν ἐλευθερίαν, κολάζει αἰτιωμένη ὡς μιαρούς τε καὶ ὀλιγαρχικούς, τοὺς δὲ κατηκόους τῶν ἀρχόντων προπηλακίζει.' ἐν δὲ τῷ τῶν Νόμων ἕκτῳ φησί p. 773c':' ‘τὴν πόλιν εἶναι δεῖ δίκην κεκραμένην κρατῆρος, οὗ μαινόμενος μὲν οἶνος ἐγκεχυμένος ζεῖ, κολαζόμενος δὲ ὑπὸ νήφοντος ἑτέρου θεοῦ καλὴν κοινωνίαν λαβὼν ἀγαθὸν πῶμα καὶ μέτριον ἀπεργάζεται.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: