previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

εἰπόντος δὲ καὶ ἄλλου ἥδιστα γεγονέναι καὶ τὸν μετὰ ὀξυλιπάρου ἀλεκτρυόνα φιλεπιτιμητὴς Οὐλπιανὸς κατακείμενος μόνος, ὀλίγα δ᾽ ἐσθίων καὶ τηρῶν τοὺς λέγοντας ἔφη: ‘ὀξυλίπαρον δὲ τί ἐστι; πλὴν εἰ μὴ καὶ κόττανα ἡμᾶς καὶ λέπιδιν, τὰ πάτριά μου νόμιμα βρώματα, ὀνομάζειν μέλλετε᾽. καὶ ὃςΤιμοκλῆς, ἔφη, κωμικὸς ἐν Δακτυλίῳ μέμνηται τοῦ ὀξυλιπάρου λέγων οὕτως II 451 K':'
γαλεοὺς καὶ βατίδας ὅσα τε τῶν γενῶν
ἐν ὀξυλιπάρῳ τρίμματι σκευάζεται.
ἀκρολιπάρους δέ τινας ἀνθρώπους κέκληκεν Ἄλεξις ἐν Πονήρᾳ οὕτως II 368 K':'
ἀκρολίπαροι, τὸ δ᾽ ἄλλο σῶμ᾽ ὑπόξυλον.
παρατεθέντος δέ ποτε καὶ ἰχθύος μεγάλου ἐν ὀξάλμῃ καὶ εἰπόντος τινὸς ἥδιστον εἶναι ὀψάριον πᾶν τὸ ἐν ὀξάλμῃ παρατιθέμενον, συναγαγὼν τὰς ὀφρῦς τὰς ἀκάνθας ἀγείρων Οὐλπιανὸςποῦ κεῖται, ἔφη, ὀξάλμη; ὀψάριον γὰρ παρ᾽ οὐδενὶ τῶν ζώντων λεγόμενον οἶδα.' οἱ μὲν οὖν πολλοὶ μακρὰ χαίρειν εἰπόντες αὐτῷ ἐδείπνουν, τοῦ Κυνούλκου τὰ ἐξ Αὐρῶν Μεταγένους ἀναφωνήσαντος I 705 K':'
ἀλλ᾽, 'γαθέ, δειπνῶμεν, κἄπειτά με πᾶν
ἐπερωτᾶν
τι ἂν βούλῃ: νῦν γὰρ πεινῶν δεινῶς πώς εἰμ᾽
ἐπιλήσμων.
καὶ Μυρτίλος ἡδέως πως συναπογραφόμενος αὐτῷ, ἵνα μηδενὸς μεταλαμβάνῃ, ἀλλὰ πάντα λαλῇ, ἔφη: ‘Κρατῖνος ἐν Ὀδυσσεῦσιν εἴρηκε τὴν ὀξάλμην διὰ τούτων I 58 K':'
ἀνθ᾽ ὧν πάντας ἑλὼν ὑμᾶς ἐρίηρας ἑταίρους,
φρύξας, ἑψήσας κἀπανθρακίσας, ὀπτήσας,
εἰς ἅλμην τε καὶ ὀξάλμην κᾆτ᾽ ἐς σκοροδάλμην
χλιερὸν ἐμβάπτων, ὃς ἂν ὀπτότατός μοι ἁπάντων
ὑμῶν φαίνηται, κατατρώξομαι, στρατιῶται.
καὶ Ἀριστοφάνης Σφηξίν 330':'
ἀποφυσήσας
εἰς ὀξάλμην ἔμβαλε θερμήν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: