previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ποιεῖ δὲ Ὅμηρος καὶ τὰς κόρας καὶ τὰς γυναῖκας λουούσας τοὺς ξένους, ὡς οὔτε φλεγμονὴν οὔτε ἀκρασίαν τῶν εὖ βεβιωκότων καὶ σωφρόνως ἁπτομένας. ἀρχαῖον δὲ τοῦτο ἔθος: λούουσι γοῦν καὶ αἱ Κωκάλου θυγατέρες, ὡς νενομισμένον, τὸν Μίνω παραγενόμενον εἰς Σικελίαν.

τῆς μέθης δὲ κατατρέχων ποιητὴς τὸν τηλικοῦτον Κύκλωπα ὑπὸ μικροῦ σώματος διὰ ταύτην ἀπολλύμενον παρίστησι καὶ Εὐρυτίωνα τὸν Κένταυρον Od. 22.295':' τούς τε παρὰ Κίρκῃ λέοντας ποιεῖ καὶ λύκους ταῖς ἡδοναῖς ἐπακολουθήσαντας. τὸν δὲ Ὀδυσσέα σῴζει τῷ Ἑρμοῦ λόγῳ πεισθέντα: διὸ καὶ ἀπαθὴς γίνεται. Ἐλπήνορα δὲ πάροινον ὄντα καὶ τρυφερὸν κατακρημνίζει. καὶ Ἀντίνοος δ᾽ λέγων πρὸς Ὀδυσσέαοἶνός σε τρώει μελιηδήςOd. 22.293 αὐτὸς οὐκ ἀπείχετο τοῦ πώματος: διὸ καὶ τρωθεὶς ἀπώλετο, ἔτι κρατῶν τὸ ποτήριον. ποιεῖ δὲ καὶ τοὺς Ἕλληνας ἐν τῷ ἀπόπλῳ μεθύοντας, διὸ καὶ στασιάζοντας: ὅθεν καὶ ἀπόλλυνται. ἱστορεῖ δὲ καὶ τὸν δεινότατον Αἰνείαν τῶν Τρώων ἐν τῷ βουλεύεσθαι διὰ τὴν ἐν τῇ μέθῃ παρρησίαν καὶ τὰς ἀπειλὰς ἃς Τρωσὶν ὑπέσχετο οἰνοποτάζων Il. 20.84' 'ὑπομείναντα τὴν Ἀχιλλέως ὁρμὴν καὶ μικροῦ παραπολλύμενον. καὶ Ἀγαμέμνων δὲ λέγει που περὶ αὑτοῦ Il. 9.119':'

ἀλλ᾽ ἐπεὶ ἀασάμην φρεσὶ λευγαλέῃσι πιθήσας
οἴνῳ μεθύων, μ᾽ ἔβλαψαν θεοὶ αὐτοί,
εἰς τὴν αὐτὴν τιθεὶς πλάστιγγα τὴν μέθην τῇ μανίᾳ. ῾οὕτω δὲ καὶ τὰ ἔπη ταῦτα προηνέγκατο Διοσκουρίδης Ἰσοκράτους μαθητής᾿. καὶ Ἀχιλλεὺς δ᾽ ὀνειδίζων τῷ Ἀγαμέμνονί φησιν Il. 1.225':' ‘οἰνοβαρές, κυνὸς ὄμματ᾽ ἔχων.'

ταῦτ᾽ εἶπε τὸ Θετταλὸν σόφισμα ἤτοι ἐκ Θετταλίας σοφιστής: παίζει δ᾽ ἴσως πρὸς τὴν παροιμίαν Ἀθήναιος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
hide References (6 total)
  • Cross-references to this page (1):
  • Cross-references from this page (5):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: