previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἱππίας δ᾽ Ἐρυθραῖος ἐν τῇ δευτέρᾳ τῶν
περὶ τῆς πατρίδος ἱστοριῶν FHG IV 431' 'διηγούμενος ὡς Κνωποῦ βασιλεία ὑπὸ τῶν ἐκείνου κολάκων κατελύθη φησὶν καὶ ταῦτα: ‘Κνωπῷ μαντευομένῳ περὶ σωτηρίας θεὸς ἔχρησε θύειν Ἑρμῇ δολίῳ. καὶ μετὰ ταῦτα ὁρμήσαντος αὐτοῦ εἰς Δελφοὺς οἱ τὴν βασιλείαν αὐτοῦ καταλῦσαι βουλόμενοι, ἵν᾽ ὀλιγαρχίαν καταστήσωνται: ῾ἦσαν δ᾽ οὗτοι Ὀρτύγης καὶ Ἶρος καὶ Ἔχαρος, οἳ ἐκαλοῦντο διὰ τὸ περὶ τὰς θεραπείας εἶναι τῶν ἐπιφανῶν πρόκυνες καὶ κόλακες᾿ συμπλέοντες οὖν τῷ Κνωπῷ, ὡς ἤδη πόρρω τῆς γῆς ἦσαν, δήσαντες τὸν Κνωπὸν ἔρριψαν εἰς τὸ πέλαγος καὶ καταχθέντες εἰς Χίον καὶ δύναμιν παρὰ τῶν ἐκεῖ τυράννων λαβόντες Ἀμφίκλου καὶ Πολυτέκνου νυκτὸς κατέπλευσαν εἰς τὰς Ἐρυθράς. κατὰ τὸ αὐτὸ καὶ τὸ τοῦ Κνωποῦ σῶμα ἐξεβράσθη τῆς Ἐρυθραίας κατὰ τὴν ἀκτὴν νῦν Λεόποδον καλεῖται. τῆς δὲ γυναικὸς τοῦ Κνωποῦ Κλεονίκης περὶ τὴν τοῦ σώματος κηδείαν γινομένης ῾ἦν δὲ ἑορτὴ καὶ πανήγυρις ἀγομένη Ἀρτέμιδι Στροφαίᾀ ἐξαίφνης ἀκούεται σάλπιγγος βοή: καὶ καταληφθέντος τοῦ ἄστεος ὑπὸ τῶν περὶ τὸν Ὀρτύγην πολλοὶ μὲν ἀναιροῦνται τῶν τοῦ Κνωποῦ φίλων καὶ Κλεονίκη μαθοῦσα φεύγει εἰς Κολοφῶνα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: