παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν,καὶ τούτων ὀπτῶν καὶ ὡς ἐπὶ τὸ πολὺ βοείων: παρὰ δὲ ταῦτα οὔτε ἐν ἑορταῖς οὔτ᾽ ἐν γάμοις οὔτ᾽ ἐν ἄλλῃ συνόδῳ παρατίθησιν οὐδέν, καίτοι πολλάκις τὸν Ἀγαμέμνονα ποιήσας δειπνίζοντα τοὺς ἀρίστους>: καὶ οὐ θρῖα καὶ κάνδυλον καὶ ἄμητας μελίπηκτά τε τοῖς βασιλεῦσιν ἐξαίρετα παρατίθησιν Ὅμηρος, ἀλλ᾽ ἀφ᾽ ὧν εὖ ἕξειν ἔμελλον τὸ σῶμα καὶ τὴν ψυχήν. Αἴαντα οὖν μετὰ τὴν μονομαχίαν “νώτοισι [βοῶν] γέραιρεν” Il. 7.321 ὁ Ἀγαμέμνων: καὶ Νέστορι δ᾽ ἤδη ὄντι γηραιῷ ῾Od. 3.33' 'καὶ Φοίνικι [δὲ] ῾Il. 9.215' 'κρέας ὀπτὸν δίδωσι, ἀφιστῶν ἡμᾶς τῶν ἀτάκτων ἐπιθυμιῶν. καὶ Ἀλκίνους δὲ ὁ τὸν τρυφερὸν ᾑρημένος βίον <τοὺς τρυφερωτάτους ἑστιῶν Φαίακας καὶ τὸν Ὀδυσσέα ξενίζων, ἐπιδεικνύμενος αὐτῷ τὴν τοῦ κήπου κατασκευὴν καὶ τῆς οἰκίας καὶ τὸν αὑτοῦ βίον, τοιαύτας παρατίθεται τραπέζας>. καὶ Μενέλαος δὲ τοὺς τῶν παίδων γάμους ποιούμενος <καὶ τοῦ Τηλεμάχου πρὸς αὐτὸν παραγενομένου>
σῖτον δ᾽ αἰδοίη ταμίη παρέθηκε φέρουσα ῾Od. 7.174'.'
δαιτρὸς δὲ κρειῶν πίνακας παρέθηκεν ἀείρας ῾Od. 1.141','
καὶ Νέστωρ δὲ βόας θύει Ποσειδῶνι παρὰ τῇ θαλάσσῃ διὰ τῶν φιλτάτων καὶ οἰκειοτάτων τέκνων, βασιλεὺς ὢν καὶ πολλοὺς ἔχων ὑπηκόους, <τάδε παρακελευόμενος:νῶτα βοὸς παρέθηκεν
<ὄπτ᾽ ἐν χερσὶν ἑλών>, τά ῥά οἱ γέρα πάρθεσαν
αὐτῷ
καὶ τὰ ἑξῆς>: ὁσιωτέρα γὰρ αὕτη ἡ θυσία θεοῖς καὶ προσφιλεστέρα ἡ διὰ τῶν οἰκείων καὶ εὐνουστάτων ἀνδρῶν. καὶ τοὺς μνηστῆρας δὲ ὑβριστὰς ὄντας καὶ πρὸς ἡδονὰς ἀνειμένους οὔτε ἰχθῦς ἐσθίοντας ποιεῖ οὔτε ὄρνιθας οὔτε μελίπηκτα, περιελὼν παντὶ σθένει τὰς μαγειρικὰς μαγγανείας καὶ τά, ὡς ὁ Μένανδρός φησιν ῾IV 206 M',' ὑποβινητιῶντα βρώματα καὶ τὸ παρὰ πολλοῖς λασταυροκάκαβον καλούμενον βρῶμα, ὥς φησι Χρύσιππος <ἐν τῷ περὶ καλοῦ καὶ ἡδονῆς>, οὗ ἡ κατασκευὴ περιεργοτέρα.ἀλλ᾽ ἄγ᾽, ὃ μὲν πεδίονδ᾽ ἐπὶ βοῦν ἴτω