previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ΣΙΤΕΥΤΩΝ δὲ ὀρνίθων μὲν μνημονεύει Μάτρων ἐν ταῖς Παρῳδίαις οὕτως fr. 4 Br':'
ὣς ἔφαθ᾽: οἳ δ᾽ ἐγέλασσαν, ἐπήνεικάν τ᾽ ἐπὶ τούτῳ
σιτευτὰς ὄρνιθας ἐπ᾽ ἀργυρέοισι πίναξιν,
ἄτριχας, οἰέτεας, λαγάνοις κατὰ νῶτον ἐίσας Il. 2.764'.'
δελφάκων δὲ σιτευτῶν φλυακογράφος Σώπατρος ἐν Βακχίδος Γάμῳ οὕτως:
εἴ που κλίβανος ἦν, πολὺ δέλφαξ σιτευτὸς ἔγρυξεν.
δελφάκια δὲ Αἰσχίνης εἴρηκεν ἐν Ἀλκιβιάδῃ οὕτως p. 21 Herm':' ‘ὥσπερ αἱ καπηλίδες τὰ δελφάκια τρέφουσιν.' Ἀντισθένης δ᾽ ἐν Φυσιογνωμονικῷ: ‘καὶ γὰρ ἐκεῖναι τὰ δελφάκια πρὸς βίαν χορτάζουσιν.' καὶ ἐν Προτρεπτικῷ δέ: ‘ἀντὶ δελφακίων τρέφεσθαι.' δέλφακα δὲ ἀρσενικῶς εἴρηκεν Πλάτων ἐν Ποιητῇ I 631 K':'
δέλφακα δὲ ῥαιότατον.
Σοφοκλῆς Ὕβρει fr. 610 N':'
ἐσθίειν ἐθέλων τὸν δέλφακα.
Κρατῖνος Ὀδυσσεῦσιν I 59 K':'
δέλφακας μεγάλους.
θηλυκῶς δὲ Νικοχάρης ἔφη ib. 774':'
κύουσαν δέλφακα.
καὶ Εὔπολις Χρυσῷ Γένει ib. 335':'
οὐκ ἀλλ᾽ ἔθυον δέλφακα ωδον θἠστίᾳ
καὶ μάλα καλήν.
καὶ Πλάτων Ἰοῖ ib. 615':'
πρόσφερε δεῦρο δὴ τὴν κεφαλὴν τῆς δέλφακος.
Θεόπομπος Πηνελόπῃ ib. 746':'
καὶ τὴν ἱερὰν σφάττουσιν ἡμῶν δελφάκα.
χηνῶν δὲ σιτευτῶν καὶ μόσχων Θεόπομπος ἐν ιγ# Φιλιππικῶν καὶ ια# Ἑλληνικῶν FHG I 297. 281',' ἐν οἷς ἐμφανίζει τὸ περὶ τὴν γαστέρα τῶν Λακώνων ἐγκρατὲς γράφων οὕτως: καὶ οἱ Θάσιοι ἔπεμψαν Ἀγησιλάῳ προσιόντι πρόβατα παντοδαπὰ καὶ βοῦς εὖ τεθραμμένους, πρὸς τούτοις δὲ καὶ πέμματα καὶ τραγημάτων εἶδος παντοδαπῶν. δ᾽ Ἀγησίλαος τὰ μὲν πρόβατα καὶ τὰς βοῦς ἔλαβεν, τὰ δὲ πέμματα καὶ τὰ τραγήματα πρῶτον μὲν οὐδ᾽ ἔγνω: κατεκεκάλυπτο γάρ. ὡς δὲ κατεῖδεν, ἀποφέρειν αὐτοὺς ἐκέλευσεν, εἰπὼν οὐ νόμιμον εἶναι Λακεδαιμονίοις χρῆσθαι τοιούτοις τοῖς ἐδέσμασι. λιπαρούντων δὲ τῶν Θασίωνδότε, φησί, φέροντες ἐκείνοις,' δείξας αὐτοῖς τοὺς εἵλωτας, εἰπὼν ὅτι τούτους δέοι διαφθείρεσθαι τρώγοντας αὐτὰ πολὺ μᾶλλον αὐτὸν καὶ τοὺς παρόντας Λακεδαιμονίων.' ὅτι δὲ τοῖς εἵλωσιν ὑβριστικῶς πάνυ ἐχρῶντο Λακεδαιμόνιοι καὶ Μύρων Πριηνεὺς ἱστορεῖ ἐν δευτέρῳ Μεσσηνιακῶν γράφων οὕτως FHG IV 461':' ‘τοῖς δ᾽ εἵλωσι πᾶν ὑβριστικὸν ἔργον ἐπιτάττουσι πρὸς πᾶσαν ἄγον ἀτιμίαν. κυνῆν τε γὰρ ἕκαστον φορεῖν ἐπάναγκες ὥρισαν καὶ διφθέραν περιβεβλῆσθαι πληγάς τε τεταγμένας λαμβάνειν κατ᾽ ἐνιαυτὸν ἀδικήματος χωρίς, ἵνα μήποτε δουλεύειν ἀπομάθωσιν. πρὸς δὲ τούτοις εἴ τινες ὑπερακμάζοιεν τὴν οἰκετικὴν ἐπιφάνειαν, ἐπέθηκαν ζημίαν θάνατον καὶ τοῖς κεκτημένοις ἐπιτίμιον, εἰ μὴ ἐπικόπτοιεν τοὺς ἁδρουμένους. καὶ παραδόντες αὐτοῖς τὴν χώραν ἔταξαν μοῖραν ἣν αὐτοῖς ἀνοίσουσιν αἰεί.' χηνίζειν δὲ εἴρηται ἐπὶ τῶν αὐλούντων. Δίφιλος Συνωρίδι II 567 K':'
ἐχηνίασας: ποιοῦσι τοῦτο πάντες οἱ
παρὰ Τιμοθέῳ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
hide References (1 total)
  • Cross-references from this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: