οὐ πώποτ᾽ ἰχθῦς οἶδα τιμιωτέρουςἌλεξις δ᾽ ἐν Ἑλληνίδι ῾II 321 K':'
ἰδών. Πόσειδον, εἰ δεκάτην ἐλάμβανες
αὐτῶν ἀπὸ τῆς τιμῆς ἑκάστης ἡμέρας,
πολὺ τῶν θεῶν ἂν ἦσθα πλουσιώτατος.
ὅμως δὲ τούτων εἴ με προσγελάσειέ τις,
ἐδίδουν στενάξας ὁπόσον αἰτήσειέ με.
γόγγρον μὲν, ὥσπερ ὁ Πρίαμος τὸν Ἕκτορα,
ὅσον εἵλκυσεν τοσοῦτο καταθεὶς ἐπριάμην.
ἀεὶ δὲ καὶ ζῶντ᾽ ἐστὶ καὶ τεθνηκόταἐξ ὀνόματος δ᾽ ἰχθυοπώλου μνημονεύει Ἑρμαίου Αἰγυπτίου Ἄρχιππος ἐν Ἰχθύσιν οὕτως ῾I 684 K':'
τἀν τῇ θαλάττῃ πολέμι᾽ ἡμῖν θηρία.
ἂν ἀνατραπῇ γὰρ πλοῖον, εἶθ᾽, ὡς γίνεται,
ληφθῇ νέων τις, καταπεπώκασ᾽ εὐθέως.
αὐτοί τ᾽ ἐπὰν ληφθῶσιν ὑπὸ τῶν ἁλιέων,
τεθνεῶτες ἐπιτρίβουσι τοὺς ὠνουμένους.
τῆς οὐσίας γάρ εἰσιν ἡμῶν ὤνιοι,
ὁ πριάμενός τε πτωχὸς εὐθὺς ἀποτρέχει.
Αἰγύπτιος μιαρώτατος τῶν ἰχθύων κάπηλοςκαὶ Ἄλεξις δ᾽ ἐν Ἐπικλήρῳ Μικίωνος ἰχθυοπώλου τινος μνημονεύει ῾II 322 K'.'
Ἑρμαῖος, ὃς βίᾳ δέρων ῥίνας γαλεούς τε πωλεῖ
καὶ τοὺς λάβρακας ἐντερεύων, ὡς λέγουσιν ἡμῖν.