previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἴδιον δ᾽ ἐστὶ γένος καράβων [τε] καὶ ἀστακῶν ἄλλο, ἔτι δὲ καρίδων. τὸν δ᾽ ἀστακὸν οἱ Ἀττικοὶ διὰ τοῦοὀστακὸν λέγουσι, καθάπερ καὶ ὀσταφίδας. Ἐπίχαρμος δὲ ἐν Γᾷ καὶ Θαλάσσᾳ φησίν p. 223 L':'
κἀστακοὶ γαμψώνυχοι.
Σπεύσιππος δὲ ἐν β# Ὁμοίων παραπλήσιά φησιν εἶναι τῶν μαλακοστράκων κάραβον, ἀστακόν, νύμφην, ἄρκτον, καρκίνον, πάγουρον. Διοκλῆς δ᾽ Καρύστιός φησι: ‘καρῖδες, καρκίνοι, κάραβοι, ἀστακοὶ εὔστομα καὶ διουρητικά.' κολύβδαιναν δ᾽ εἴρηκεν Ἐπίχαρμος ἐν τοῖς προεκκειμένοις Litt. b',' ὡς μὲν Νίκανδρός φησι fr. 139 Schn',' τὸ θαλάσσιον αἰδοῖον, ὡς δ᾽ Ἡρακλείδης ἐν Ὀψαρτυτικῷ, τὴν καρῖδα. Ἀριστοτέλης δ᾽ ἐν <πέμπτῳ> ζῴων μορίων h. a. V p. 541b 19' '‘τῶν μαλακοστράκων ὀχεύονται, φησί, κάραβοι, ἀστακοί, καρῖδες καὶ τὰ τοιαῦτα, ὥσπερ καὶ τὰ ὀπισθουρητικὰ τῶν τετραπόδων. ὀχεύονται δὲ τοῦ ἔαρος ἀρχομένου πρὸς τῇ γῇ ῾ἤδη γὰρ ὦπται ὀχεία πάντων τῶν τοιούτων̓, ἐνιαχοῦ δὲ ὅταν τὰ σῦκα ἄρχηται πεπαίνεσθαι. γίνονται δ᾽ οἱ μὲν κάραβοι ib. p. 549b 13' 'ἐν τοῖς τραχέσι καὶ πετρώδεσιν, οἱ δ᾽ ἀστακοὶ ἐν τοῖς λείοις, ἐν δὲ τοῖς πηλώδεσιν οὐδέτεροι. διὸ καὶ ἐν Ἑλλησπόντῳ μὲν καὶ περὶ Θάσον ἀστακοὶ γίνονται, περὶ δὲ τὸ Σίγειον καὶ τὸν Ἄθω κάραβοι. εἰσὶ δ᾽ οἱ κάραβοι μακρόβιοι πάντες.' Θεόφραστος δ᾽ ἐν τῷ περὶ τῶν φωλευόντων fr. 177 W' 'τοὺς ἀστακοὺς καὶ καράβους καὶ καρῖδας ἐκδύεσθαί φησι τὸ γῆρας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: