ἔπειθ᾽ ὅταν ἐπενέγκῃ τὸἀκουστέον οὐ πυθμένας δύο, ἀλλ᾽ οὐδὲ κατὰ διαίρεσιν ἀναγνωστέον, ὡς ὁ Θρᾲξ Διονύσιος, ἀλλὰ κατὰ σύνθετον ὑποπυθμένες, ὅπως ἐπὶ τῶν πελειάδων ἀκούωμεν, ὅτι τέσσαρες μὲν ἦσαν ἐπὶ τῶν ὤτων, δύο δὲ ὑποπυθμένες, τουτέστιν ὑπὸ τῷ πυθμένι οἷον ὑποπυθμένιοι: ὥστε διακρατεῖσθαι τὸ δέπας ὑπὸ δυεῖν Πελειάδων ὑποκειμένων τῷ πυθμένι, ἓξ δὲ τὰς πάσας γενέσθαι Πλειάδας, ἐπείπερ ὁρῶνται τοσαῦται, λέγονται δὲ ἑπτά, καθότι καὶ Ἄρατός φησιν ῾257':'
δοιαὶ δὲ πελειάδες ἀμφὶς ἕκαστον
χρύσειαι νεμέθοντο, δύω δ᾽ ὑπὸ πυθμένες ἦσαν,
ἑπτάποροι δὴ ταί γε μετ᾽ ἀνθρώποις καλέονται,[ἓξ οἶαί περ ἐοῦσαι ἐπόψιαι ὀφθαλμοῖσιν]. τὸ ὁρώμενον οὖν ἐν τοῖς ἄστροις καὶ ἐν τῇ φαινομένῃ κατασκευῇ προσηκόντως ἐτόρευσεν. τοῦτο μέντοι καὶ ἐπὶ τοῦ Διὸς σημαίνειν πείθονται τὸν ποιητὴν ὅταν λέγῃ:
ἓξ οἶαί περ ἐοῦσαι ἐπόψιαι ὀφθαλμοῖσιν.
οὐ μέν πως ἀπόλωλεν ἀπευθὴς ἐκ Διὸς ἀστήρ,
ἐξ οὗ καὶ γενεῆθεν ἀκούομεν, ἀλλὰ μάλ᾽ αὕτως
εἴρητ᾽. ἑπτὰ δ᾽ ἐκεῖναι ἐπιρρήδην καλέονται ...
ὑπὸ τῆς ὀξύτητος τῶν πλαγκτῶν πετρῶν καὶ τῆς λειότητος ἀφαιρεῖσθαι λέγων μίαν τῶν Πλειάδων, ἄλλην δὲ πρὸς τοῦ Διὸς ἐνίεσθαι χάριν τοῦ σῴζειν τὸν ἀριθμὸν αὐτῶν, ποιητικῶς αἰνιττόμενος ὅτι τῶν Πλειάδων ἓξ ὁρωμένων ὅμως ὁ ἀριθμὸς αὐτῶν οὐκ ἀπόλλυται, λέγονται δὲ καὶ τῷ ἀριθμῷ καὶ τοῖς ὀνόμασιν ἑπτά.τῇ μέν τ᾽ οὐδὲ ποτητὰ παρέρχεται οὐδὲ πέλειαι
τρήρωνες ταί τ᾽ ἀμβροσίην Διὶ πατρὶ φέρουσιν.
ἀλλά τε καὶ τῶν αἰεὶ ἀφαιρεῖται λὶς πέτρη.
ἀλλ᾽ ἄλλην ἐνίησι πατὴρ ἐναρίθμιον εἶναι,