αἷμα ταύρειον πιεῖν,ἢ εἰς σὲ ἐμπεσεῖν. οὐ γὰρ ἂν εἴποιμι Ταύρειον ὕδωρ πιεῖν, ὅπερ σὺ οὐκ οἶσθα τί ἐστιν: οὐδὲ γὰρ ἐπίστασαι ὅτι καὶ παρὰ τοῖς ἀρίστοις τῶν ποιητῶν καὶ συγγραφέων εἴρηταί τινα καὶ φαῦλα. Κηφισόδωρος γοῦν ὁ Ἰσοκράτους τοῦ ῥήτορος μαθητὴς ἐν τῷ τρίτῳ τῶν πρὸς Ἀριστοτέλην λέγει ὅτι εὕροι τις ἂν ὑπὸ τῶν ἄλλων ποιητῶν ἢ καὶ σοφιστῶν ἓν ἢ δύο γοῦν πονηρῶς εἰρημένα, οἷα παρὰ μὲν Ἀρχιλόχῳ ῾fr. 124 B4' 'τὸ πάντ᾽ ἄνδρ᾽ ἀποσκολύπτειν, Θεοδώρῳ δὲ τὸ κελεύειν μὲν πλέον ἔχειν, ἐπαινεῖν δὲ τὸ ἴσον, Εὐριπίδῃ τε τὸ τὴν γλῶτταν ὀμωμοκέναι φάναι ῾Hipp. 612' 'καὶ Σοφοκλεῖ τὸ ἐν Αἰθίοψιν εἰρημένον ῾fr. 25 N':'
ὁ Θεμιστοκλέους γὰρ θάνατος αἱρετώτερος,
τοιαῦτά τοί σοι πρὸς χάριν τε κοὐ βίᾳκαὶ ἀλλαχοῦ δ᾽ ὁ αὐτὸς ἔφη ῾El. 61' 'μηδὲν εἶναι ῥῆμα σὺν κέρδει κακόν: Ὁμήρῳ δὲ τὸ τὴν Ἥραν ἐπιβουλεῦσαι τῷ Διὶ καὶ τὸν Ἄρη μοιχεύειν: ἐφ᾽ οἷς πάντες κατηγοροῦσιν αὐτῶν.
λέγω, σὺ δ᾽ αὐτὸς ὥσπερ οἱ σοφοὶ τὰ μὲν
δίκαι᾽ ἐπαίνει, τοῦ δὲ κερδαίνειν ἔχου.