previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐπὶ τούτοις Οὐλπιανὸς ᾔτει πιεῖν μεγάλῃ κύλικι, ἐπιλέγων ἐκ τῶν αὐτῶν ἐλεγείων καὶ τόδε fr. 4':'
ὕμνους οἰνοχοεῖν ἐπιδέξια σοί τε καὶ ἡμῖν
τόνδε τὸν ἀρχαῖον τηλεδαπόν τε φίλον
εἰρεσίῃ γλώσσης ἀποπέμψομεν εἰς μέγαν αἶνον
τοῦδ᾽ ἐπὶ συμποσίου: δεξιότης δὲ λόγου
Φαίακος Μουσῶν ἐρέτας ἐπὶ σέλματα πέμπει. κατὰ γὰρ τὸν νεώτερον Κρατῖνον, ὃς ἐν Ὀμφάλῃ φησίν II 290 K':'
πίνειν μένοντα τὸν καλῶς εὐδαίμονα
κρεῖττον: μάχαι δ᾽ ἄλλοισι καὶ πόνος μέλοι.'
πρὸς ὃν Κύνουλκος ἀεὶ τῷ Σύρῳ ἀντικορυσσόμενος καὶ οὐδέποτε τῆς φιλονεικίας παυόμενος ἧς εἶχε πρὸς αὐτόν, ἐπεὶ θόρυβος κατεῖχεν τὸ συμπόσιον, ἔφη: ‘τίς οὗτος τῶν συρβηνέων χορός; καὶ αὐτὸς δὲ τούτων τῶν ἐπῶν μεμνημένος τινῶν ἐρῶ, ἵνα μὴ Οὐλπιανὸς βρενθύηται ὡς ἐκ τῶν ἀποθέτων τοῖς Ὁμηρίδαις Plat. Phaedr. 252b' 'μόνος ἀνασπάσας <λήψεται> τὰ κοττάβεια fr. 2':'
ἀγγελίας ἀγαθῆς δεῦρ᾽ ἴτε πευσόμενοι
καὶ κυλίκων ἔριδας διαλύσατε καὶ κατάθεσθε
τὴν ξύνεσιν παρ᾽ ἐμοὶ καὶ τάδε μανθάνετε,
εἰς τὴν παροῦσαν ζήτησιν ἐπιτήδεια ὄντα. ὁρῶ γὰρ καὶ τοὺς παῖδας ἤδη φέροντας ἡμῖν στεφάνους καὶ μύρα. διὰ τί δὲ λέγονται, τῶν ἐστεφανωμένων ἐὰν λύωνται οἱ στέφανοι, ὅτι ἐρῶσιν; τοῦτο γὰρ ἐν παισὶ τὰ Καλλιμάχου ἀναγινώσκων ἐπιγράμματα, ὧν ἐστι καὶ τοῦτο, ἐπεζήτουν μαθεῖν, εἰπόντος τοῦ Κυρηναίου ep. 43 W':'
τὰ δὲ ῥόδα φυλλοβολεῦντα
τὠνδρὸς ἀπὸ στεφάνων πάντ᾽ ἐγένοντο χαμαί.
σὸν οὖν ἐστιν, μουσικώτατε, τὴν χιλιέτη μου ταύτην ζήτησιν ἀπολύσασθαι, Δημόκριτε, καὶ διὰ τί οἱ ἐρῶντες στεφανοῦσι τὰς τῶν ἐρωμένων θύρας.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: