previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἀντίγονος δ᾽ Καρύστιος ἐν τῷ περὶ λέξεως p. 174 Wil' 'τῷ Ποσειδῶνί φησι θύννον θύεσθαι, καθάπερ προείπαμεν p. 297 b'.' Ἡρακλέων δ᾽ Ἐφέσιος <θύννον> τὸν ὄρκυνόν φησι λέγειν τοὺς Ἀττικούς. Σώστρατος δ᾽ ἐν δευτέρῳ περὶ ζῴων τὴν πηλαμύδα θυννίδα καλεῖσθαι λέγει, μείζω δὲ γινομένην θύννον, ἔτι δὲ μείζονα ὄρκυνον, ὑπερβαλλόντως δὲ αὐξανόμενον γίνεσθαι κῆτος. μνημονεύει δὲ τοῦ θύννου καὶ Αἰσχύλος λέγων fr. 300 N':'
σφύρας δέχεσθαι κἀπιχαλκεύειν μύδρους
ὡς ἀστενακτὶ θύννος ὣς ἠνείχετο
ἄναυδος.
καὶ ἀλλαχοῦ fr. 301 N':'
τὸ σκαιὸν ὄμμα παραβαλὼν θύννου δίκην,
ὡς τοῦ θύννου τῷ σκαιῷ ὀφθαλμῷ οὐ βλέποντος, ὡς Ἀριστοτέλης εἴρηκεν cf. p. 301 e'.' <Μένανδρος> Ἁλιεῦσι IV 77 M':'
καὶ θάλασσα βορβορώδης, τρέφει θύννον μέγαν.
καὶ παρὰ Σώφρονι θυννοθήρας ἐστίν p. 12 Bo'.' οὓς ἔνιοι θύννους καλοῦσιν, Ἀθηναῖοι δὲ θυννίδας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: