previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Φιλιππίδης δ᾽ ἐν Ἀργυρίου ἀφανισμῷ ὡς φορτικοῦ μέμνηται τοῦ τοιούτου καὶ σπανίου, ζηλουμένου δὲ ὑπό τινων νεοπλούτων μετοίκων IV 469 M':'
ἀλλ᾽ ἔλεος ἐμπέπτωκέ τίς μοι τῶν ὅλων,
ὅταν ἀπορουμένους μὲν ἀνθρώπους ἴδω
ἐλευθέρους, μαστιγίας δ᾽ ἀπ᾽ ἀργυροῦ
πίνακος ἄγοντος μνᾶν τάριχος ἐνίοτε
δυεῖν ὀβολῶν ἔσθοντας τριωβόλου
καὶ κάππαριν χαλκῶν τριῶν ἐν τρυβλίῳ
ἄγοντι πεντήκοντα δραχμὰς ἀργυρῷ.
πρότερον δὲ φιάλην ἦν ἀνακειμένην ἰδεῖν
ἐργῶδες ἀμέλει. Β. τοῦτο μὲν καὶ νῦν ἔτι:
ἂν γὰρ ἀναθῇ τις, εὐθὺς ἕτερος ἥρπασεν.
Ἄλεξις δ᾽ ἐν Ἱππίσκῳ νεανίσκον παράγων ἐρῶντα καὶ ἐπιδεικνύμενον τὸν πλοῦτον τῇ ἐρωμένῃ ταῦτα ποιεῖ λέγοντα II 297 K':'
τοῖς παισί τ᾽ εἶπα ῾δύο γὰρ ἦγον οἴκοθεν̓
τἀκπώματ᾽ εἰς τὸ φανερὸν ἐκνενιτρωμένα
θεῖναι: κύαθος δ᾽ ἦν ἀργυροῦς, [τἀκπώματα]
ἦγεν δύο δραχμάς, κυμβίον δὲ τέτταρας,
ψυκτηρίδιον <δὲ> δέκ᾽ ὀβολούς, Φιλιππίδου
λεπτότερον. —
ἀλλὰ ταῦθ᾽ ὅλως
πρὸς ἀλαζονείαν οὐ κακῶς νενοημέν᾽ ἦν.
οἶδα δὲ κἀγώ τινα πολίτην ἡμέτερον πτωχαλαζόνα, ὃς δραχμῆς ἔχων τὰ πάντα ἀργυρώματα ἐβόα καλῶν τὸν οἰκέτην ἕνα ὄντα καὶ μόνον, ὀνόμασι δὲ χρώμενον ψαμμακοσίοιςπαῖ Στρομβιχίδη, μὴ τῶν χειμερινῶν ἀργυρωμάτων ἡμῖν παραθῇς, ἀλλὰ τῶν θερινῶν.' τοιοῦτός ἐστι καὶ παρὰ Νικοστράτῳ ἐν τῷ ἐπιγραφομένῳ δράματι Βασιλεῖς. ἀλαζὼν δ᾽ ἐστὶ στρατιώτης, περὶ οὗ λέγει II 222 K':'
λοιπή τις ὀξίς ἐστι καὶ ψυκτήριον,
τῆς εὐπαρύφου λεπτότερον.
ἐξήλαυνον γάρ τινες τὸν ἄργυρον καὶ τότε εἰς ὑμένος ἰδέαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: