previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ὅτι δ᾽ ἦν ἔθος τοὺς γυναικονόμους ἐφορᾶν τὰ συμπόσια καὶ ἐξετάζειν τῶν κεκλημένων τὸν ἀριθμὸν εἰ κατὰ νόμον ἐστί, Τιμοκλῆς ἐν Φιλοδικαστῇ φησὶν οὕτως II 465 K':'
ἀνοίγετ᾽ ἤδη τὰς θύρας, ἵνα πρὸς τὸ φῶς
ὦμεν καταφανεῖς μᾶλλον, ἐφοδεύων ἐὰν
βούληθ᾽ γυναικονόμος λαβεῖν ἀριθμόν,
κατὰ τὸν νόμον τὸν καινὸν ὅπερ εἴωθε δρᾶν,
τῶν ἑστιωμένων. ἔδει δὲ τοὔμπαλιν
τὰς τῶν ἀδείπνων ἐξετάζειν οἰκίας.
Μένανδρος δ᾽ ἐν Κεκρυφάλῳ IV 147 M':'
παρὰ τοῖς γυναικονόμοις δὲ τοὺς ἐν τοῖς γάμοις
διακονοῦντας ἀπογεγράφθαι πυθόμενος
πάντας μαγείρους κατὰ νόμον καινόν τινα,
ἵνα πυνθάνωνται τοὺς κεκλημένους ἐὰν
πλείους τις ὧν ἔξεστιν ἑστιῶν τύχῃ,
ἐλθών ...
καὶ Φιλόχορος δ᾽ ἐν ἑβδόμῃ Ἀτθίδος FHG I 408' '‘οἱ γυναικονόμοι᾽, φησί, ‘μετὰ τῶν Ἀρεοπαγιτῶν ἐσκόπουν τὰς ἐν ταῖς οἰκίαις συνόδους ἔν τε τοῖς γάμοις καὶ ταῖς ἄλλαις θυσίαις.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: