previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ὅτι δ᾽ ἤσθιον τὰς ἐγχέλεις καὶ μετὰ τεύτλων ἐντυλίξαντες πολὺ μέν ἐστι καὶ παρὰ τοῖς ἀρχαίοις κωμικοῖς, καὶ Εὔβουλος δέ φησιν ἐν Ἠχοῖ II 176 K':'
νύμφα ἀπειρόγαμος τεύτλῳ περὶ σῶμα καλυπτὰ
λευκόχρως παρέσται,
ἔγχελυς, μέγα μοι μέγα σοι φῶς ... ἐναργές.
καὶ ἐν Ἴωνι II 177 K':'
μετὰ ταῦτα θύννων μεγαλόπλουτ᾽ ἐπεισέπλει
ὑπογάστρι᾽ ὀπτῶν αἵ τ᾽ ἐχιδνοσώματοι
Βοιώτιαι παρῆσαν ἐγχέλεις θεαὶ
τεῦτλ᾽ ἀμπεχόμεναι.
καὶ ἐν Μηδείᾳ II 186 K':'
παρθένου Βοιωτίας
Κωπᾷδος: ὀνομάζειν γὰρ αἰδοῦμαι θεάν.
ὅτι δὲ καὶ αἱ Στρυμόνιαι ἐγχέλεις δι᾽ ὀνόματος ἦσάν φησιν ἐν Θαμύρᾳ Ἀντιφάνης II 52 K':'
καὶ σοῦ γ᾽ ἐπώνυμός τις ἐν φήμαις βροτῶν
Θρῇκας κατάρδων ποταμὸς ὠνομασμένος
Στρυμών, μεγίστας ἐγχέλεις κεκτημένος.
καὶ περὶ τὸν Εὐλέα δὲ ποταμὸν ῾οὗ μνημονεύει Ἀντίμαχος ἐν ταῖς ἐπιγραφομέναις Δέλτοις οὕτως fr. 56 K':'
ἐλθὼν Εὐλῆος πηγὰς ἔπι δινήεντος᾿
Δημήτριος [δ᾽] Σκήψιος ἐν ἑκκαιδεκάτῃ τοῦ Τρωικοῦ διακόσμου fr. 11 Gaede' 'ἐγχέλεις φησὶ διαφόρους γίνεσθαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: