previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ὑπάρχοντος οὖν τοῦ τοιούτου νομίμου περὶ τὴν θεὸν Ξενοφῶν Κορίνθιος ἐξιὼν εἰς Ὀλυμπίαν ἐπὶ τὸν ἀγῶνα καὶ αὐτὸς ἀπάξειν ἑταίρας εὔξατο τῇ θεῷ νικήσας. Πίνδαρός τε τὸ μὲν πρῶτον ἔγραψεν εἰς αὐτὸν ἐγκώμιον, οὗ ἀρχή Ol. 13' '‘τρισολυμπιονίκαν ἐπαινέων οἶκον,' ὕστερον δὲ καὶ σκόλιον τὸ παρὰ τὴν θυσίαν ᾀσθέν, ἐν τὴν ἀρχὴν εὐθέως πεποίηται πρὸς τὰς ἑταίρας, αἳ παραγενομένου τοῦ Ξενοφῶντος καὶ θύοντος τῇ Ἀφροδίτῃ συνέθυσαν. διόπερ ἔφη fr. 122 B4':'
Κύπρου δέσποινα, τεὸν δεῦτ᾽ ἐς ἄλσος
φορβάδων κορᾶν ἀγέλαν ἑκατόγγυιον Ξενοφῶν τελέαις
ἐπήγαγ᾽ εὐχωλαῖς ἰανθείς.
ἤρξατο δ᾽ οὕτως τοῦ μέλους:
πολύξεναι νεάνιδες ἀμφίπολοι
Πειθοῦς ἐν ἀφνειῷ Κορίνθῳ,
αἵτε τὰς χλωρᾶς λιβάνου ξανθὰ δάκρη
θυμιᾶτε, πολλάκι ματέρ᾽ Ἐρώτων οὐράνιαι πτάμεναι
νόημα ποττὰν Ἀφροδίταν:
ὑμῖν ἄνωθεν ἀπαγορίας ἔπορεν,
παῖδες, ἐρατειναῖς <ἐν> εὐναῖς
μαλθακᾶς ὥρας ἀπὸ καρπὸν δρέπεσθαι.
σὺν δ᾽ ἀνάγκᾳ πᾶν καλόν.
ἀρξάμενος δ᾽ οὕτως ἑξῆς φησιν:
ἀλλὰ θαυμάζω τί με λεξοῦντι Ἰσθμοῦ
δεσπόται τοιάνδε μελίφρονος ἀρχὰν εὑρόμενον σκολιοῦ,
ξυνάορον ξυναῖς γυναιξί.
δῆλον γὰρ ὅτι πρὸς τὰς ἑταίρας διαλεγόμενος ἠγωνία ποῖόν τι φανήσεται τοῖς Κορινθίοις τὸ πρᾶγμα. πιστεύων δέ, ὡς ἔοικεν, αὐτὸς αὑτῷ πεποίηκεν εὐθέως:
ἐδιδάξαμεν χρυσὸν καθαρᾷ βασάνῳ.
ὅτι δὲ καὶ Ἀφροδίσια ἴδια ἄγουσιν αὐτόθι αἱ ἑταῖραι, Ἄλεξις ἐν Φιλούσῃ φησίν II 389 K':'
Ἀφροδίσι᾽ ἦγε ταῖς ἑταίραις πόλις,
ἕτερα δὲ χωρίς ἐστι ταῖς ἐλευθέραις.
ταῖς ἡμέραις ταύταις δὲ κωμάζειν ἔθος
ἐστὶν νόμος τε τὰς ἑταίρας ἐνθάδε
<μεθύειν> μεθ᾽ ἡμῶν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: