Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Πτολεμαῖος δ᾽ ὁ τοῦ Ἀγησάρχου ἐν ταῖς περὶ
τὸν Φιλοπάτορα Ἱστορίαις βασιλέων ἐρωμένας ἀναγράφων φησίν ῾FHG III 67':' ‘Φιλίππου τοῦ Μακεδόνας
αὐξήσαντος Φίλινναν τὴν ὀρχηστρίδα, ἐξ ἧς καὶ γεννῆσαι Ἀρριδαῖον τὸν μετ᾽ Ἀλέξανδρον βασιλεύσαντα,
Δημητρίου δὲ τοῦ Πολιορκητοῦ μετὰ τὰς προειρημένας
Μανίαν, Ἀντιγόνου δὲ Δημώ, ἐξ ἧς Ἀλκυονέα γεννηθῆναι, Σελεύκου δὲ τοῦ νεωτέρου Μύσταν καὶ Νῦσαν.'
Ἡρακλείδης δὲ ὁ Λέμβος ἐν τῇ ἕκτῃ καὶ τριακοστῇ
τῶν Ἱστοριῶν ῾ib. 168' 'Δημώ φησιν ἐρωμένην γενέσθαι
τοῦ Δημητρίου: ᾗ ἐπιμανῆναι καὶ τὸν πατέρα αὐτοῦ
Ἀντίγονον καὶ ἀποκτεῖναι Ὀξύθεμιν ὡς καὶ πολλὰ
συνεξαμαρτάνοντα τῷ Δημητρίῳ, καὶ ὅτι ἀπέκτεινε τὰς
τῆς Δημοῦς θεραπαίνας στρεβλῶν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.