Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ΣΕΥΤΛΑ. τούτων φησὶν ὁ Θεόφραστος ῾h. pl. 7,
4, 4' 'εὐχυλότερον εἶναι τὸ λευκὸν τοῦ μέλανος καὶ ὀλιγοσπερμότερον καὶ καλεῖσθαι Σικελικόν. ‘ἡ δὲ σευτλὶς
ἕτερον, φησί, τοῦ τεύτλου ἐστί.' διὸ καὶ Δίφιλος ὁ
κωμῳδιοποιὸς ἐν Ἥρωι δράματι ῾II 557 K' 'ἐπιτιμᾷ
τινι ὡς κακῶς λέγοντι καὶ ‘τὰ τεῦτλα τευτλίδας καλῶν᾽.
Εὔδημος δ᾽ ἐν τῷ περὶ λαχάνων δ# γένη φησὶν εἶναι
τεύτλων, σπαστόν, καυλωτόν, λευκόν, πάνδημον: τοῦτο
δ᾽ εἶναι τῇ χρόᾳ φαιόν. Δίφιλος δ᾽ ὁ Σίφνιος τὸ
σευτλίον φησὶν εὐχυλότερον εἶναι τῆς κράμβης καὶ
θρεπτικώτερον μετρίως: ἐκζεστὸν δὲ καὶ λαμβανόμενον
μετὰ νάπυος λεπτυντικώτερον εἶναι καὶ ἑλμίνθων
φθαρτικόν. εὐκοιλιώτερον δὲ τὸ λευκόν, τὸ δὲ μέλαν
οὐρητικώτερον. ὑπάρχειν δ᾽ αὐτῶν καὶ τὰς ῥίζας
εὐστομωτέρας καὶ πολυτροφωτέρας.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.