previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἀποδεδειγμένου οὖν τοῦ ὅτι Πλειάδες ἦσαν ἐντετορευμέναι τῷ ποτηρίῳ, καθ᾽ ἕκαστον τῶν ὤτων δύο ὑποθετέον εἴτε βούλεταί τις ὀρνιθοφυεῖς κόρας εἴτ᾽ αὖ καὶ ἀνθρωποειδεῖς, ἄστροις δὲ πεποικιλμένας. τὸ μέντοιἀμφὶς ἕκαστον χρύσειαι νεμέθοντο᾽ οὐχ ὡς περὶ ἓν ἕκαστον ἀκουστέον: γενήσονται γὰρ οὕτως η# τὸν ἀριθμόν: ἀλλ᾽ ἐπείπερ ἔσχισται μὲν ἑκάτερον τῶν ὤτων εἰς δύο σχίσεις, τούτων δ᾽ αὖ συνάφεια κατὰ τὴν τελευταίαν ὑπόληξιν, ἕκαστον μὲν ἂν λέγοιτο καθὸ τέτταρες αἱ πᾶσαι σχίσεις τῶν ὤτων, ἑκάτερον δὲ καθὸ συμφυῆ πάλιν ἐπὶ τέλει γίνεται τῆς ἀποστάσεως αὐτῶν. ὅταν οὖν εἴπῃ:
δοιαὶ δὲ πελειάδες ἀμφὶς ἕκαστον
χρύσειαι νεμέθοντο, δύω δ᾽ ὑπὸ πυθμένες ἦσαν,
καθ᾽ ἑκατέραν τὴν σχίσιν τῶν ὤτων ἀκουσόμεθα μίαν πελειάδα: ἃς δοιὰς εἶπεν καθὸ συμφυεῖς εἰσιν ἀλλήλαις καὶ συνεζευγμέναι. τὸ γὰρ δοιοὶ καὶ δοιαὶ σημαίνει καὶ τὸ κατ᾽ ἀριθμὸν εἶδος, τὸ δύο, οἷον:

δοιοὺς δὲ τρίποδας, δέκα δὲ χρυσοῖο τάλαντα.

καὶ Od. 16.253' '‘δοιὼ θεράποντε᾽. σημαίνει δὲ καὶ τὸ συμφυὲς καὶ τὸ συνεζευγμένον κατ᾽ ἀριθμόν, ὡς ἐν τούτοις:

δοιοὺς δ᾽ ἄρ᾽ ὑπήλυθε θάμνους
ἐξ ὁμόθεν πεφυῶτας, μὲν φυλίης, δ᾽ ἐλαίης.

γενήσονται οὖν ἐπὶ τῶν ὤτων τέσσαρες πελειάδες.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
hide References (3 total)
  • Cross-references from this page (3):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: