Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἔργον <ἐστὶν> εἰς τρίκλινον συγγενείας εἰσπεσεῖν:
οὗ λαβὼν τὴν κύλικα πρῶτος ἄρχεται λόγου πατήρ,
καὶ παραινέσας πέπωκεν, εἶτα μήτηρ δευτέρα,
εἶτα τηθὶς παραλαλεῖ τις, εἶτα βαρύφωνος γέρων,
τηθίδος πατήρ, ἔπειτα γραῦς καλοῦσα φίλτατον:
ὃ δ᾽ ἐπινεύει πᾶσι τούτοις,
φησὶ Μένανδρος ῾IV 237 M'.'
πάλιν ῾p. 243':'
τῆς σκιᾶς τὴν πορφύραν
πρῶτον ἐνυφαίνουσ᾽, εἶτα μετὰ τὴν πορφύραν
τοῦτ᾽ ἐστίν, οὔτε λευκὸν οὔτε πορφύρα,
ἀλλ᾽ ὥσπερ αὐγὴ τῆς κρόκης κεκραμένη.
Ἀντιφάνης ῾II 119 K':'
τί φής; ἐνθάδ᾽ οἴσεις τι καταφαγεῖν
ἐπὶ τὴν θύραν; εἶθ᾽ ὥσπερ οἱ πτωχοὶ χαμαὶ
ἐνθάδ᾽ ἔδομαι .... καί τις ὄψεται.
ὁ αὐτός ῾ibid':'
εὐτρέπιζε <δὴ>
ψυκτῆρα, λεκάνην, τριπόδιον, ποτήριον,
χύτραν, θυίαν, κάκκαβον, ζωμήρυσιν.