πώλυποι τε σηπίαι τε καὶ ποταναὶ τευθίδες.τοῦτο δὲ σημειωτέον πρὸς Σπεύσιππον λέγοντα εἶναι ὅμοια σηπίαν τευθίδα. Ἱππώνακτος δ᾽ ἐν τοῖς ἰάμβοις εἰπόντος ῾fr. 68 B4' '‘σηπίης ὑπόσφαγμα᾽ οἱ ἐξηγησάμενοι ἀπέδωκαν τὸ τῆς σηπίας μέλαν. ἐστὶ δὲ τὸ ὑπόσφαγμα, ὡς Ἐρασίστρατός φησιν ἐν Ὀψαρτυτικῷ, ὑπότριμμα. γράφει δὲ οὕτως: ‘ὑπόσφαγμα δ᾽ εἶναι κρέασιν ὀπτοῖς ἐκ τοῦ αἵματος τεταραγμένου μέλιτι, τυρῷ, ἁλί, κυμίνῳ, σιλφίῳ, ὄξει ἑφθοῖς.' καὶ Γλαῦκος δ᾽ ὁ Λοκρὸς ἐν Ὀψαρτυτικῷ οὕτως γράφει: ‘ὑπόσφαγμα δ᾽ αἷμα ἑφθὸν καὶ σίλφιον καὶ ἕψημα ἢ μέλι καὶ ὄξος καὶ γάλα καὶ τυρὸς καὶ φύλλα εὐώδη τετμημένα.' ὁ δὲ πολυμαθέστατος Ἀρχέστρατός φησιν ῾fr. 39 R':'
σηπίαι Ἀβδήροις τε Μαρωνείᾳ τ᾽ ἐνὶ μέσσῃ.Ἀριστοφάνης Θεσμοφοριαζούσαις ῾I 473 K':'
ἰχθὺς ἐώνηταί τις ἢ σηπίδιον:καὶ ἐν Δαναίσιν ῾I 454 K':'
ὀσμύλια καὶ μαινίδια καὶ σηπίδια.Θεόπομπος Ἀφροδίτῃ ῾I 734 K':'
ἀλλ᾽ ἔντραγεπερὶ δὲ ἑψήσεως σηπιδίων Ἄλεξις ἐν Πονήρᾳ παράγει μάγειρον τάδε λέγοντα ῾II 367 K':'
τὴν σηπίαν τηνδὶ λαβοῦσα καὶ τοδὶ
τὸ πουλυπόδειον.
σηπίαι τόσους
δραχμῆς μιᾶς τρίς. τῶν δὲ τὰς μὲν πλεκτάνας
καὶ τὰ πτερύγια συντεμὼν ἑφθὰς ποῶ.
τὸ δ᾽ ἄλλο σῶμα κατατεμὼν πολλοὺς κύβους
σμήσας τε λεπτοῖς ἁλσὶ δειπνούντων ἅμα
ἐπὶ τὸ τάγηνον σίζον ἐπεισιὼν φέρω.