κἀκεῖθεν εἰς τὴν Ἰταλίαν ἀνέμῳ Νότῳοὐ τούτου οὖν τοῦ Ἄρτου ὁ νῦν καιρὸς ἦν, ἀλλὰ τῶν εὑρημένων ὑπὸ τῆς Σιτοῦς καλουμένης Δήμητρος καὶ Σιμαλίδος: οὕτως γὰρ ἡ θεὸς παρὰ Συρακοσίοις τιμᾶται, ὡς <ὁ> αὐτὸς Πολέμων ἱστορεῖ ἐν τῷ περὶ τοῦ Μορύχου ῾fr. 74 Pr'.' ἐν δὲ τῷ α# τῶν πρὸς Τίμαιον ἐν Σκώλῳ φησὶ τῷ Βοιωτιακῷ Μεγαλάρτου καὶ Μεγαλομάζου ἀγάλματα ἱδρῦσθαι.' ἐπεὶ δὲ ἤδη ἄρτοι εἰσεκομίζοντο καὶ πλῆθος ἐπ᾽ αὐτοῖς παντοδαπῶν βρωμάτων, ἀποβλέψας εἰς αὐτὰ ἔφη:
διεβάλομεν τὸ πέλαγος εἰς Μεσσαπίους:
Ἄρτος δ᾽ ἀναλαβὼν ἐξένισεν ἡμᾶς καλῶς.
Β. ξένος γε χαρίεις. Α. ἦν ἐκεῖ .... μέγας
καὶ λαμπρὸς ἦν.
‘τοῖς ἄρτοις ὅσαςφησὶν Ἄλεξις ἐν τῇ Εἰς τὸ φρέαρ ῾II 319 K'.' ἡμεῖς οὖν εἴπωμέν τι καὶ περὶ ΑΡΤΩΝ.'
ἱστᾶσι παγίδας οἱ ταλαίπωροι βροτοί,