previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἀναξανδρίδης δ᾽ ἐν Γεροντομανίᾳ καὶ εὑρετὰς τῶν γελοίων φησὶ γενέσθαι Ῥαδάμανθυν καὶ Παλαμήδην, λέγων οὕτως II 139 K':'
καίτοι πολλοί γε πονοῦμεν.
τὸ δ᾽ ἀσύμβολον εὗρε γελοῖα λέγειν Ῥαδάμανθυς
καὶ Παλαμήδης.
γελωτοποιῶν δὲ μέμνηται Ξενοφῶν ἐν τῷ Συμποσίῳ Φιλίππου μέν, περὶ οὗ καὶ οὑτωσὶ λέγει I 11':' ‘Φίλιππος δ᾽ γελωτοποιὸς κρούσας τὴν θύραν εἶπε τῷ ὑπακούσαντι εἰσαγγεῖλαι ὅστις τε εἴη καὶ διότι κατάγεσθαι βούλεται: συνεσκευασμένος δὲ ἔφη παρεῖναι πάντα τἀπιτήδεια ὥστε δειπνεῖν τἀλλότρια. καὶ τὸν παῖδα δ᾽ ἔφη πάνυ πιέζεσθαι διά τε τὸ φέρειν μηδὲν καὶ διὰ τὸ ἀνάριστον εἶναι.' Ἱππόλοχος δ᾽ Μακεδὼν ἐν τῇ πρὸς Λυγκέα Ἐπιστολῇ γελωτοποιῶν μέμνηται Μανδρογένους καὶ Στράτωνος τοῦ Ἀττικοῦ. πλῆθος δ᾽ ἦν Ἀθήνησι τῆς σοφίας ταύτης. ἐν γοῦν τῷ Διομέων Ἡρακλείῳ συνελέγοντο ξ# ὄντες τὸν ἀριθμὸν καὶ ἐν τῇ πόλει διωνομάζοντο ὡςοἱ ξ# τοῦτ᾽ εἶπον᾽ καὶἀπὸ τῶν ξ# ἔρχομαι.' ἐν δὲ τούτοις ἦσαν Καλλιμέδων τε Κάραβος καὶ Δεινίας, ἔτι τε Μνασιγείτων καὶ Μέναιχμος, ὥς φησι Τηλεφάνης ἐν τῷ περὶ τοῦ Ἄστεος FHG IV 507'.' τοσαύτη δ᾽ αὐτῶν δόξα τῆς ῥᾳθυμίας ἐγένετο ὡς καὶ Φίλιππον ἀκούσαντα τὸν Μακεδόνα πέμψαι αὐτοῖς τάλαντον, ἵν᾽ ἐκγραφόμενοι τὰ γελοῖα πέμπωσιν αὐτῷ. ὅτι δὲ ἦν περὶ τὰ γελοῖα ἐσπουδακὼς βασιλεὺς οὗτος μαρτυρεῖ Δημοσθένης ῥήτωρ ἐν τοῖς Φιλιππικοῖς Olynth. 2, 19'.' φιλόγελως δὲ ἦν καὶ Δημήτριος Πολιορκητής, ὥς φησι Φύλαρχος ἐν τῇ #2# τῶν Ἱστοριῶν FHG I 335',' ὅς γε καὶ τὴν Λυσιμάχου αὐλὴν κωμικῆς σκηνῆς οὐδὲν διαφέρειν ἔλεγεν: ἐξιέναι γὰρ ἀπ᾽ αὐτῆς πάντας δισυλλάβους: τόν τε Βῖθυν χλευάζων καὶ τὸν Πάριν, μεγίστους ὄντας παρὰ τῷ Λυσιμάχῳ, καί τινας ἑτέρους τῶν φίλων: παρὰ δ᾽ αὑτοῦ Πευκέστας καὶ Μενελάους, ἔτι δὲ Ὀξυθέμιδας. ταῦτα δ᾽ ἀκούων Λυσίμαχοςἐγὼ τοίνυν, ἔφη, πόρνην ἐκ τραγικῆς σκηνῆς οὐχ ἑώρακα ἐξιοῦσαν,' τὴν αὐλητρίδα Λάμιαν λέγων. ἀπαγγελθέντος δὲ καὶ τούτου πάλιν ὑπολαβὼν Δημήτριος ἔφη: ‘ἀλλ᾽ παρ᾽ ἐμοὶ πόρνη σωφρονέστερον τῆς παρ᾽ ἐκείνῳ Πηνελόπης ζῇ.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: