previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ὑποκοριστικῶς δὲ Εὔπολις ἐν Πόλεσιν αὐτοὺς κέκληκεν ὀρτύγια λέγων οὕτως I 317 K':'
ὄρτυγας ἔθρεψας σύ τινας ἤδη πώποτε;
Β. ἔγωγε μίκρ᾽ ἄττ᾽ ὀρτύγια. κἄπειτα τί;
Ἀντιφάνης δ᾽ ἐν Ἀγροίκῳ ὀρτύγιον εἴρηκεν οὕτως II 14 K':'
ὡς δὴ σὺ τί
ποιεῖν δυνάμενος ὀρτυγίου ψυχὴν ἔχων;
Πρατίνας δ᾽ ἐν Δυμαίναις Καρυάτισιν III 559 B4' 'ἁδύφωνον ἰδίως καλεῖ τὸν ὄρτυγα, πλὴν εἰ μή τι παρὰ τοῖς Φλιασίοις τοῖς Λάκωσι φωνήεντες, ὡς καὶ οἱ πέρδικες. καὶ σιαλὶς δὲ ἀπὸ τούτου ἂν εἴη, φησὶν Δίδυμος p. 76 Sch',' ὠνομασμένη. σχεδὸν γὰρ τὰ πλεῖστα τῶν ὀρνέων ἀπὸ τῆς φωνῆς ἔχει τὴν ὀνομασίαν. δὲ ὀρτυγομήτρα καλουμένη, ἧς μνημονεύει Κρατῖνος ἐν Χείρωσι λέγων I 88 K':' ‘Ἰθακησία ὀρτυγομήτρα‘—λέγει δὲ περὶ αὐτῆς Μύνδιος Ἀλέξανδρος ὅτι ἐστὶ τὸ μέγεθος ἡλίκη τρυγών, σκέλη δὲ μακρά, δυσθαλὴς καὶ δειλή. περὶ δὲ τῆς τῶν ὀρτύγων θήρας ἰδίως ἱστορεῖ Κλέαρχος Σολεὺς ἐν τῷ ἐπιγραφομένῳ περὶ τῶν ἐν τῇ Πλάτωνος Πολιτείᾳ μαθηματικῶς εἰρημένων γράφων οὕτως FHG II 316':' ‘οἱ ὄρτυγες περὶ τὸν τῆς ὀχείας καιρόν, ἐὰν κάτοπτρον ἐξ ἐναντίας τις αὐτῶν καὶ πρὸ τούτου βρόχον θῇ, τρέχοντες πρὸς τὸν ἐμφαινόμενον ἐν τῷ κατόπτρῳ ἐμπίπτουσιν εἰς τὸν βρόχον.' καὶ περὶ τῶν κολοιῶν δὲ καλουμένων τὰ ὅμοια ἱστορεῖ ἐν τούτοις: ‘καὶ τοῖς κολοιοῖς δὲ διὰ τὴν φυσικὴν φιλοστοργίαν, καίπερ τοσοῦτον πανουργίᾳ διαφέρουσιν, ὅμως ὅταν ἐλαίου κρατὴρ τεθῇ πλήρης, οἱ στάντες αὐτῶν ἐπὶ τὸ χεῖλος καὶ καταβλέψαντες ἐπὶ τὸν ἐμφαινόμενον καταράττουσι. διόπερ ἐλαιοβρόχων γενομένων τῶν πτερῶν αὐτοῖς συγκόλλησις αἰτία γίνεται τῆς ἁλώσεως.' τὴν μέσην δὲ τοῦ ὀνόματος συλλαβὴν ἐκτείνουσιν Ἀττικοὶ ὡς δοίδυκα καὶ κήρυκα, ὡς Ἰξίων φησὶ Δημήτριος ἐν τῷ περὶ τῆς Ἀλεξανδρέων διαλέκτου. Ἀριστοφάνης δ᾽ ἐν Εἰρήνῃ συνεσταλμένως ἔφη v. 788' 'διὰ τὸ μέτρον: ‘ὄρτυγες οἰκογενεῖς.'

τῶν δὲ καλουμένων ΧΕΝΝΙΩΝ ῾μικρὸν δ᾽ ἐστὶν ὀρτύγιον̓ μνημονεύει Κλεομένης ἐν τῇ πρὸς Ἀλέξανδρον ἐπιστολῇ γράφων οὕτως: ‘φαληρίδας ταριχηρὰς μυρίας, τυλάδας πεντακισχιλίας, χέννια ταριχηρὰ μύρια.' καὶ Ἵππαρχος ἐν τῇ Αἰγυπτίᾳ Ἰλιάδι:

οὐδέ μοι Αἰγυπτίων βίος ἤρεσεν οἷον ἔχουσι,
χέννια τίλλοντες καλκατιαδεισαλέοντα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: