previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ὅτι δὲ φίλοινοι Αἰγύπτιοι, σημεῖον καὶ τὸ παρὰ μόνοις αὐτοῖς ὡς νόμιμον ἐν τοῖς δείπνοις πρὸ πάντων ἐδεσμάτων κράμβας [ἔσθειν] ἑφθὰς μέχρι τοῦ δεῦρο παρασκευάζεσθαι. καὶ πολλοὶ εἰς τὰς κατασκευαζομένας ἀμεθύστους προσλαμβάνουσι τὸ τῆς κράμβης σπέρμα. καὶ ἐν δ᾽ ἂν ἀμπελῶνι κράμβαι φύωνται, ἀμαυρότερος οἶνος γίνεται. διὸ καὶ Συβαρῖται, φησὶ Τίμαιος FHG I 206',' πρὸ τοῦ πίνειν κράμβας ἤσθιον. Ἄλεξις II 401 K':'
ἐχθὲς ὑπέπινες, εἶτα νυνὶ κραιπαλᾷς.
κατανύστασον: παύσῃ γάρ. εἶτά σοι δότω
ῥάφανόν τις ἑφθήν.
Εὔβουλος δέ πού φησι II 209 K':'
γύναι,
ῥάφανόν με νομίσασ᾽ εἰς ἐμέ σου τὴν κραιπάλην
μέλλεις ἀφεῖναι πᾶσαν, ὡς ἐμοὶ δοκεῖς.
ὅτι δὲ τὴν κράμβην ῥάφανον ἐκάλουν οἱ παλαιοὶ Ἀπολλόδωρος δηλοῖ Καρύστιος IV 449 M':'
εἰ δ᾽ ὅτι καλοῦμεν ῥάφανον, ὑμεῖς δ᾽ οἱ ξένοι
κράμβην, γυναιξὶ διαφέρειν οἴονται.
Ἀναξανδρίδης II 160 K':'
ἐὰν λούσησθε νῦν
ῥάφανόν τε πολλὴν ἐντράγητε, παύσεται
τὸ βάρος διασκεδᾷ τε τὸ προσὸν νῦν νέφος
ἐπὶ τοῦ μετώπου.
Νικοχάρης I 773 K':'
εἰσαύριον .. ἀντὶ ῥαφάνων ἑψήσομεν
βαλάνιον, ἵνα νῷν ἐξάγῃ τὴν κραιπάλην.
Ἄμφις II 247 K':'
οὐκ ἔστιν, ὡς ἔοικε, φάρμακον μέθης
οὐδὲν τοιοῦτον ὡς τὸ προσπεσεῖν ἄφνω
λύπην τιν᾽. οὕτως ἐξελαύνει γὰρ σφόδρα
λῆρον ὥστε τὰς ῥαφάνους οὕτω δοκεῖν.
περὶ δὲ τῆς δυνάμεως ταύτης ἣν κράμβη ποιεῖ ἱστορεῖ καὶ Θεόφραστος h. pl. 4, 16, 6' 'φεύγειν φάσκων καὶ ζῶσαν τὴν ἄμπελον τῆς ῥαφάνου τὴν ὀδμήν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: