previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Εἴ μοι τὸ Νεστόρειον εὔγλωσσον μέλος
Ἀντήνορός τε τοῦ Φρυγὸς δοίη θεός,
κατὰ τὸν πάνσοφον Εὐριπίδην fr. 899 N',' ἑταῖρε Τιμόκρατες, οὐκ ἂν δυναίμην ἀπομνημονεύειν ἔτι σοι τῶν πολλάκις λεχθέντων ἐν τοῖς περισπουδάστοις τούτοις συμποσίοις διά τε τὴν ποικιλίαν καὶ τὴν ὁμοιότητα τῶν ἀεὶ καινῶς προσευρισκομένων. καὶ γὰρ καὶ περὶ τάξεως τῶν περιφορῶν πολλάκις ἐλέχθη καὶ περὶ τῶν μετὰ τὸ δεῖπνον ἐπιτελουμένων, ἅπερ καὶ μόλις ἀναπεμπάζομαι, εἰπόντος τινὸς τῶν ἑταίρων τὰ ἐκ τῶν Λακώνων Πλάτωνος ἰαμβεῖα I 620 K':'
ἅνδρες δεδειπνήκασιν ἤδη; Β. σχεδὸν ἅπαντες. Α. εὖ γε:
τί οὐ τρέχων <σὺ> τὰς τραπέζας ἐκφέρεις; ἐγὼ δὲ
λίτρον παραχέων ἔρχομαι. Β. κἀγὼ δὲ παρακορήσων.
σπονδὰς δ᾽ ἔπειτα παραχέας τὸν κότταβον παροίσω:
τῇ παιδὶ τοὺς αὐλοὺς ἐχρῆν ἤδη πρὸ χειρὸς εἶναι
καὶ προαναφυσᾶν. τὸ μύρον ἤδη παράχεον βαδίζων
Αἰγύπτιον κᾆτ᾽ ἴρινον: στέφανον δ᾽ ἔπειθ᾽ ἑκάστῳ
δώσω φέρων τῶν ξυμποτῶν. νεοκρᾶτά τις ποιείτω.
Α. καὶ δὴ κέκραται. Β. τὸν λιβανωτὸν ἐπιτιθεὶς εἶπε ...
σπονδὴ μὲν ἤδη γέγονε καὶ πίνοντές εἰσι πόρρω:
καὶ σκόλιον ᾖσται, κότταβος δ᾽ ἐξοίχεται θύραζε.
αὐλοὺς δ᾽ ἔχουσά τις κορίσκη Καρικὸν μέλος <τι>
μελίζεται τοῖς συμπόταις: κἄλλην τρίγωνον εἶδον
ἔχουσαν, εἶτ᾽ ᾖδεν πρὸς αὐτὸ μέλος Ἰωνικόν τι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: