ΧΡΥΣΟΦΡΥΣ. Ἄρχιππος ἐν Ἰχθύσιν ῾I 682':'τοὺς δ᾽ ἰχθῦς τούτους φησὶν Ἱκέσιος καὶ τῇ γλυκύτητι καὶ τῇ ἄλλῃ εὐστομίᾳ πάντων εἶναι ἀρίστους. εἰσὶ δὲ καὶ τροφιμώτατοι. τίκτουσι δέ, ὥς φησιν Ἀριστοτέλης ῾h. a. 543 b 3',' ὁμοίως τοῖς κεστρεῦσιν οὗ ἂν ποταμοὶ ῥέωσιν. μνημονεύει δ᾽ αὐτῶν καὶ Ἐπίχαρμος ἐν Μούσαις καὶ Δωρίων ἐν τῷ περὶ ἰχθύων. Εὔπολις δ᾽ ἐν Κόλαξί φησιν ῾I 298 K':'
ἱεροὺς Ἀφροδίτης χρυσόφρυς Κυθηρίας.
δραχμῶν ἑκατὸν ἰχθῦς ἐώνημαι μόνονὁ δὲ σοφὸς Ἀρχέστρατος ἐν ταῖς ὑποθήκαις λέγει ῾fr. 47 R':'
ὀκτὼ λάβρακας, χρυσόφρυς δὲ δώδεκα.
χρύσοφρυν ἐξ᾽ Ἐφέσου τὸν πίονα μὴ παράλειπε,
ὃν κεῖνοι καλέουσιν ἰωνίσκον: λαβὲ δ᾽ αὐτὸν
θρέμμα Σελινοῦντος σεμνοῦ. πλῦνον δέ νιν ὀρθῶς,
εἶθ᾽ ὅλον ὀπτήσας παράθες, κἂν ᾖ δεκάπηχυς.