previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἀντίγονος δ᾽ Καρύστιος ἐν τῷ Μενεδήμου βίῳ p. 99 Wil' 'τὴν διάταξιν διηγούμενος τοῦ παρὰ τῷ φιλοσόφῳ συμποσίου φησὶν ὅτι ἠρίστα μὲν δεύτερος τρίτος καθ᾽ αὑτόν: κἆτ᾽ ἔδει καὶ τοὺς λοιποὺς παρεῖναι δεδειπνηκότας. ἦν γὰρ τὸ τοῦ Μενεδήμου τοιοῦτον ἄριστον. μετὰ δὲ ταῦτα εἰσεκάλουν τοὺς παραγινομένους: ὧν, ὡς ἔοικεν, ὅτε προτερήσειαν ἔνιοι τῆς ὥρας, ἀνακάμπτοντες παρὰ τὰς θύρας ἀνεπυνθάνοντο τῶν ἐξιόντων παίδων τί τὸ παρακείμενον εἴη καὶ πῶς ἔχοι τῆς τοῦ χρόνου συμμετρίας τὸ ἄριστον. ὅτε μὲν οὖν ἀκούσειαν λάχανον τάριχος, ἀνεχώρουν, ὅτε δ᾽ ὅτι κρεᾴδιον, εἰσῄεσαν εἰς τὸν ἐπὶ τοῦτο παρεσκευασμένον οἶκον. ἦν δὲ τοῦ μὲν θέρους ἡτοιμασμένη ψίαθος ἐφ᾽ ἑκάστης κλίνης, τοῦ δὲ χειμῶνος κώδιον: προσκεφάλαιον δὲ αὐτὸν φέρειν ἕκαστον ἔδει. τὸ δὲ περιαγόμενον ποτήριον οὐ μεῖζον ἦν κοτυλιαίου, τράγημα δὲ θέρμος μὲν κύαμος συνεχῶς, ποτὲ δὲ καὶ τῶν ὡρίων εἰσεφέρετό τι, τοῦ μὲν θέρους ἄπιος ῥόα, τοῦ δ᾽ ἔαρος ὦχροι, κατὰ δὲ τὴν χειμερινὴν ὥραν ἰσχάδες. μαρτυρεῖ δὲ καὶ περὶ τούτων Λυκόφρων Χαλκιδεὺς γράψας σατύρους Μενέδημον, ἐν οἷς φησιν Σιληνὸς πρὸς τοὺς σατύρους p. 636 N':'
παῖδες κρατίστου πατρὸς ἐξωλέστατοι,
ἐγὼ μὲν ὑμῖν, ὡς ὁρᾶτε, στρηνιῶ:
δεῖπνον γὰρ οὔτ᾽ ἐν Καρίᾳ, μὰ τοὺς θεούς,
οὔτ᾽ ἐν Ῥόδῳ τοιοῦτον οὔτ᾽ ἐν Λυδίᾳ
κατέχω δεδειπνηκώς. Ἄπολλον, ὡς καλόν.
καὶ προελθών:
ἀλλὰ κυλίκιον
ὑδαρὲς παῖς περιῆγε τοῦ πεντωβόλου,
ἀτρέμα παρεξεστηκός: τ᾽ ἀλιτήριος
καὶ δημόκοινος ἐπεχόρευε δαψιλὴς
θέρμος, πενήτων καὶ τρικλίνου συμπότης.
ἑξῆς δέ φησιν ὅτι ζητήσεις ἦσαν παρὰ πότον:
τράγημα γὰρ
σωφρονιστὴς πᾶσιν ἐν μέσῳ λόγος.
ἱστορεῖται δὲ καὶ ὅτι πολλάκις συνόντας αὐτοὺς ἐπὶ πλεῖον ὄρνις κατελάμβανε τὴν ἕω καλῶν, τοῖσι δὲ οὐδέπω κόρος.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: