previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἀλλ᾽ ὥσπερ δείπνου γλαφυροῦ ποικίλην εὐωχίαν
τὸν ποιητὴν δεῖ παρέχειν τοῖς θεαταῖς τὸν σοφόν,
ἵν᾽ ἀπίῃ τις τοῦτο φαγὼν καὶ πιών, ὅπερ λαβὼν
χαίρει <τις>, καὶ σκευασία μὴ μί᾽ τῆς μουσικῆς,
Ἀστυδάμας τραγικὸς ἐν Ἡρακλεῖ σατυρικῷ p. 604 N',' ἑταῖρε, φησί, Τιμόκρατες. φέρε εἴπωμεν ἐνταῦθα τοῖς προειρημένοις τὰ ἀκόλουθα ὅτι ἦν καὶ Ἡρακλῆς ἀδηφάγος. ἀποφαίνονται δὲ τοῦτο σχεδὸν πάντες ποιηταὶ καὶ συγγραφεῖς. Ἐπίχαρμος μὲν ἐν Βουσίριδι λέγων p. 223 L':'
πρῶτον μὲν αἴ κ᾽ ἔσθοντ᾽ ἴδοις νιν ἀποθάνοις.
βρέμει μὲν φάρυγξ ἔνδοθ᾽, ἀραβεῖ δ᾽ γνάθος,
ψοφεῖ δ᾽ γομφίος, τέτριγε δ᾽ κυνόδων,
σίζει δὲ ταῖς ῥίνεσσι, κινεῖ δ᾽ οὔατα.
Ἴων δ᾽ ἐν Ὀμφάλῃ ἐμφανίσας αὐτοῦ τὴν ἀδηφαγίαν ἐπιφέρει p. 571 N':'
ὑπὸ δὲ τῆς εὐφημίας
κατέπινε καὶ τὰ κᾶλα καὶ τοὺς ἄνθρακας.
παρὰ Πινδάρου δὲ τοῦτ᾽ εἴληφεν εἰπόντος fr. 168 B':' ‘διαβοῶν θερμὰ δ᾽ εἰς ἀνθρακιὰν στέψαν πυρὶ δ᾽ [εἰς ἀνθρακιὰν στέψαν πυρὶ δ᾽] ὑπνόων τε σώματα. καὶ τότ᾽ ἐγὼ σαρκῶν τ᾽ ἐνοπὰν ἠδ᾽ ὀστέων στεναγμὸν βαρὺν ην ἰδόντα διακρῖναι πολλὸς ἐν καιρῷ χρόνος.' τοιοῦτον οὖν αὐτὸν ὑποστησάμενοι ταῖς ἀδηφαγίαις καὶ τῶν ὀρνέων ἀποδεδώκασιν αὐτῷ τὸν λάρον τὸν προσαγορευόμενον βουφάγον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: