previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ΚΟΤΤΑΒΙΣ. Ἁρμόδιος Λεπρεάτης ἐν τῷ περὶ τῶν κατὰ Φιγάλειαν Νομίμων FHG IV 411' 'διεξιὼν περὶ τῶν ἐπιχωρίων δείπνων γράφει καὶ ταῦτα: ‘καθαγισάντων ταῦτα ἐν κεραμέᾳ κοτταβίδι πιεῖν ἑκάστῳ μικρόν, καὶ προσφέρων ἂν εἶπενεὐδειπνίασ᾽. Ἡγήσανδρος δ᾽ Δελφὸς ἐν Ὑπομνήμασιν, ὧν ἀρχὴἐν τῇ ἀρίστῃ πολιτείᾳ,' φησίν FHG IV 419':' ‘ καλούμενος κότταβος παρῆλθεν εἰς τὰ συμπόσια καὶ περὶ Σικελίαν, ὥς φησιν Δικαίαρχος FHG II 247',' πρῶτον εἰσαγαγόντων. τοσαύτη δὲ ἐγένετο σπουδὴ περὶ τὸ ἐπιτήδευμα ὥστε εἰς τὰ συμπόσια παρεισφέρειν ἆθλα κοτταβεῖα καλούμενα. εἶτα κύλικες αἱ πρὸς τὸ πρᾶγμα χρήσιμαι μάλιστ᾽ εἶναι δοκοῦσαι κατεσκευάζοντο, καλούμεναι κοτταβίδες. πρὸς δὲ τούτοις οἶκοι κατεσκευάζοντο κυκλοτερεῖς, ἵνα πάντες εἰς τὸ μέσον τοῦ κοττάβου τεθέντος ἐξ ἀποστήματος ἴσου καὶ τόπων ὁμοίων ἀγωνίζοιντο περὶ τῆς νίκης. οὐ γὰρ μόνον ἐφιλοτιμοῦντο βάλλειν ἐπὶ τὸν σκοπόν, ἀλλὰ καὶ καλῶς ἕκαστα αὐτῶν. ἔδει γὰρ εἰς τὸν ἀριστερὸν ἀγκῶνα ἐρείσαντα καὶ τὴν δεξιὰν ἀγκυλώσαντα ὑγρῶς ἀφεῖναι τὴν λάταγα: οὕτω γὰρ ἐκάλουν τὸ πῖπτον ἐκ τῆς κύλικος ὑγρόν: ὥστε ἔνιοι μεῖζον ἐφρόνουν ἐπὶ τῷ καλῶς κοτταβίζειν τῶν ἐπὶ τῷ ἀκοντίζειν μέγα φρονούντων.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: