previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ναυσικράτης Ναυκλήροις IV 575 M':'
δύο μέν φασιν ἁπαλοὶ καὶ καλοὶ
<παῖδες θεοῦ> τοῦ ναυτίλοισι πολλάκις
ἤδη φανέντος πελαγίοις ἐν ἀγκάλαις,
ὃν καὶ τὰ θνητῶν φασιν ἀγγέλλειν πάθη.
Β. Γλαῦκον λέγεις. Α. ἔγνωκας.
τὸν δὲ Γλαῦκον τὸν θαλάττιον δαίμονα Θεόλυτος μὲν Μηθυμναῖος ἐν τοῖς Βακχικοῖς ἔπεσιν ἐρασθέντα φησὶν Ἀρεάδνης, ὅτ᾽ ἐν Δίᾳ τῇ νήσῳ ὑπὸ Διονύσου ἡρπάσθη, καὶ βιαζόμενον ὑπὸ Διονύσου ἀμπελίνῳ δεσμῷ ἐνδεθῆναι καὶ δεηθέντα ἀφεθῆναι εἰπόντα:
Ἀνθηδών νύ τίς ἐστιν ἐπὶ πλευροῖο θαλάσσης
ἀντίον Εὐβοίης σχεδὸν Εὐρίποιο ῥοάων:
ἔνθεν ἐγὼ γένος εἰμί: πατὴρ δέ με γείνατο Κωπεύς.
Προμαθίδας δ᾽ Ἡρακλεώτης ἐν ἡμιάμβοις Πολύβου τοῦ Ἑρμοῦ καὶ Εὐβοίας τῆς Λαρύμνου γενεαλογεῖ τὸν Γλαῦκον. Μνασέας δ᾽ ἐν τρίτῳ τῶν Εὐρωπιακῶν FHG III 151' 'Ἀνθηδόνος καὶ Ἀλκυόνης αὐτὸν γενεαλογεῖ. ναυτικὸν δὲ αὐτὸν καὶ κολυμβητὴν ἀγαθὸν γενόμενον Πόντιον καλεῖσθαι: ἁρπάσαντα Σύμην τὴν Ἰηλύσου καὶ Δωτίδος θυγατέρα ἀποπλεῦσαι εἰς τὴν Ἀσίαν καὶ τὴν ἐγγὺς τῆς Καρίας νῆσον ἔρημον κατοικίσαντα ἀπὸ τῆς γυναικὸς Σύμην αὐτὴν προσαγορεῦσαι. Εὐάνθης δ᾽ ἐποποιὸς ἐν τῷ εἰς τὸν Γλαῦκον ὕμνῳ Ποσειδῶνος αὐτὸν υἱὸν εἶναι καὶ Ναΐδος νύμφης μιγῆναί τε Ἀρεάδνῃ ἐν Δίᾳ τῇ νήσῳ ἐρασθέντα, ὅτε ὑπὸ Θησέως κατελείφθη. Ἀριστοτέλης δ᾽ ἐν τῇ Δηλίων πολιτείᾳ p. 465 R' 'ἐν Δήλῳ κατοικήσαντα μετὰ τῶν Νηρηίδων τοῖς θέλουσι μαντεύεσθαι. Πόσσις δ᾽ Μάγνης ἐν τρίτῳ Ἀμαζονίδος τῆς Ἀργοῦς φησι δημιουργὸν γενέσθαι τὸν Γλαῦκον καὶ κυβερνῶντα αὐτήν, ὅτε Ἰάσων μετὰ τῶν Τυρρηνῶν ἐμάχετο, μόνον ἄτρωτον γενέσθαι ἐν τῇ ναυμαχίᾳ: κατὰ δὲ Διὸς βούλησιν ἐν τῷ τῆς θαλάσσης βυθῷ φανῆναι καὶ οὕτως γενέσθαι θαλάττιον δαίμονα ὑπὸ μόνου τε Ἰάσονος θεωρηθῆναι. Νικάνωρ δὲ Κυρηναῖος ἐν Μετονομασίαις τὸν Μελικέρτην φησὶ Γλαῦκον μετονομασθῆναι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: