previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐγένετο δὲ κατὰ τοὺς Τιβερίου χρόνους ἀνήρ τις Ἀπίκιος, πλουσιώτατος τρυφητής, ἀφ᾽ οὗ πλακούντων γένη πολλὰ Ἀπίκια ὀνομάζεται. οὗτος ἱκανὰς μυριάδας καταναλώσας εἰς τὴν γαστέρα ἐν Μιντούρναις ῾πόλις δὲ Καμπανίας᾿ διέτριβε τὰ πλεῖστα καρίδας ἐσθίων πολυτελεῖς, αἳ γίνονται αὐτόθι ὑπέρ γε τὰς ἐν Σμύρνῃ μέγισται καὶ τοὺς ἐν Ἀλεξανδρείᾳ ἀστακούς. ἀκούσας <οὖν> καὶ κατὰ Λιβύην γίνεσθαι ὑπερμεγέθεις ἐξέπλευσεν οὐδ᾽ ἀναμείνας μίαν ἡμέραν. καὶ πολλὰ κακοπαθήσας κατὰ τὸν πλοῦν ὡς πλησίον ἧκε τῶν τόπων πρὶν ἐξορμῆσαι τῆς νεὼς ῾πολλὴ δ᾽ ἐγεγόνει παρὰ Λίβυσι φήμη τῆς ἀφίξεως αὐτοὖ, προσπλεύσαντες ἁλιεῖς προσήνεγκαν αὐτῷ τὰς καλλίστας καρίδας. δ᾽ ἰδὼν ἐπύθετο εἰ μείζους ἔχουσιν: εἰπόντων δὲ μὴ γίνεσθαι ὧν ἤνεγκαν, ὑπομνησθεὶς τῶν ἐν Μιντούρναις ἐκέλευσε τῷ κυβερνήτῃ τὴν αὐτὴν ὁδὸν ἐπὶ Ἰταλίαν ἀναπλεῖν μηδὲ προσπελάσαντι τῇ γῇ.

Ἀριστόξενος δ᾽ Κυρηναῖος φιλόσοφος, ὄντως μετελθὼν τὴν πάτριον φιλοσοφίαν, ἀφ᾽ οὗ καὶ κωλήν τις καλεῖται Ἀριστόξενος ἰδίως σκευαζόμενος, ὑπὸ τῆς ἀνυπερβλήτου τρυφῆς καὶ τὰς ἐν τῷ κήπῳ γινομένας θριδακίνας οἰνομέλιτι ἐπότιζεν ἑσπέρας καὶ ὑπὸ τὴν ἕω λαμβάνων χλωροὺς ἔχειν ἔλεγε πλακοῦντας ὑπὸ τῆς γῆς ἀναπεμπομένους αὐτῷ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: