καὶ Θρασυμήδης ὁ τοῦ Νέστορος υἱὸς ἀναλαβὼν πέλεκυν κόπτει τὸν βοῦν, ἐπεὶ διὰ τὸ γῆρας ὁ Νέστωρ οὐκ ἠδύνατο: συνεπόνουν δ᾽ αὐτῷ καὶ οἱ ἄλλοι ἀδελφοί ῾Od. 3.442'.' οὕτως ἔνδοξον ἦν καὶ μέγιστον τὸ τῆς μαγειρικῆς τέχνης ἀξίωμα. καὶ παρὰ Ῥωμαίοις δ᾽ οἱ τιμηταὶ —μεγίστη δ᾽ αὕτη ἀρχὴ—τὴν περιπόρφυρον ἐνδεδυκότες καὶ ἐστεφανωμένοι πελέκει τὰ ἱερεῖα κατέβαλλον. οὐ παρέργως δὲ παρὰ τῷ Ὁμήρῳ καὶ τὰ ὅρκια καὶ τὰ ἱερόθυτα κήρυκες κομίζουσιν, ὡς παλαιᾶς οὔσης καὶ προσηκούσης αὐτοῖς τῆς λειτουργίας:ἦ καὶ ἀπὸ στομάχους ἀρνῶν τάμε νηλέι χαλκῷ,
καὶ τοὺς μὲν κατέθηκεν ἐπὶ χθονὸς ἀσπαίροντας
θυμοῦ δευομένους: ἀπὸ γὰρ μένος εἵλετο χαλκός.
καὶ πάλιν ῾118':'Ἕκτωρ δὲ προτὶ ἄστυ δύο κήρυκας ἔπεμπε
καρπαλίμως ἄρνας τε φέρειν Πρίαμόν τε καλέσσαι.
αὐτὰρ ὃ Ταλθύβιον προίει κρείων Ἀγαμέμνωνκαί:
νῆας ἐπὶ γλαφυρὰς ἰέναι ἠδ᾽ ἄρν᾽ ἐκέλευσεν
οἰσέμεναι.
Ταλθύβιος δὲ θεῷ ἐναλίγκιος αὐδὴν
κάπρον ἔχων ἐν χερσὶ παρίστατο ποιμένι λαῶν.