‘οἵῳ μ᾽ ὁ δαίμων, ἔφη, φιλοσόφῳ συνῴκισεν:—κατὰ τὸ Θεογνήτου τοῦ κωμῳδιοποιοῦ Φάσμα ῾III 364 K'—᾽
ἐπαρίστερ᾽ ἔμαθες, ὦ πόνηρε, γράμματα:πόθεν γάρ σοι καὶ ὁ τῶν συρβηνέων ἐπῆλθεν χορός; τίς τῶν ἀξίων λόγου μέμνηται τοῦ μουσικοῦ τούτου χοροῦ;᾽ καὶ ὃς ‘οὐ πρότερον, ἔφη, ὦ οὗτος, διδάξω σε, πρὶν ἂν τὸν ἄξιον παρὰ σοῦ λάβω μισθόν. οὐ γὰρ ἐγὼ τὰς ἐκ τῶν βιβλίων ἀκάνθας ὥσπερ σὺ ἀναγινώσκων ἐκλέγω, ἀλλὰ τὰ χρησιμώτατα καὶ ἀκοῆς ἄξια.' ἐπὶ τούτοις ὁ Οὐλπιανὸς δυσχεράνας ἀνεβόησεν τὰ ἐξ Ὕπνου Ἀλέξιδος ῾II 385 K':'
ἀνέστροφέν σου τὸν βίον τὰ βιβλία:
πεφιλοσόφηκας γῇ τε κοὐρανῷ λαλῶν,
οἷς οὐθέν ἐστιν ἐπιμελὲς τῶν σῶν λόγων.
‘οὐδ᾽ ἐν Τριβαλλοῖς ταῦτά γ᾽ ἐστὶν ἔννομα:τὰ αὐτὰ ἰαμβεῖα φέρεται καὶ παρὰ Ἀντιφάνει ἐν Ὕπνῳ ῾ib. 104'.' καὶ ὁ Κύνουλκος: ‘ἐπεὶ περὶ στεφάνων ζητήσεις ἤδη γεγόνασιν, εἰπὲ ἡμῖν τίς ἐστιν ὁ παρὰ τῷ χαρίεντι Ἀνακρέοντι Ναυκρατίτης στέφανος, ὦ Οὐλπιανέ. φησὶν γὰρ οὕτως ὁ μελιχρὸς ποιητής ῾fr. 83 B':'
οὗ φασι τὸν θύοντα τοῖς κεκλημένοις
δείξαντα δεῖν τὸ δεῖπνον εἰς τὴν αὔριον
πωλεῖν ἀδείπνοις ἃ παρέθηκ᾽ αὐτοῖς ἰδεῖν.
στεφάνους δ᾽ ἀνὴρ τρεῖς ἕκαστος εἶχεν,καὶ διὰ τί παρὰ τῷ αὐτῷ ποιητῇ λύγῳ τινὲς στεφανοῦνται; φησὶν γὰρ ἐν τῷ δευτέρῳ τῶν Μελῶν ῾fr. 41':'
τοὺς μὲν ῥοδίνους, τὸν δὲ Ναυκρατίτην.
Μεγίστης δ᾽ ὁ φιλόφρων δέκα δὴ μῆνες ἐπείτεστεφανοῦταί τε λύγῳ καὶ τρύγα πίνει μελιηδέα. ὁ γὰρ τῆς λύγου στέφανος ἄτοπος: πρὸς δεσμοὺς γὰρ καὶ πλέγματα ἡ λύγος ἐπιτήδειος. εἰπὲ οὖν ἡμῖν τι περὶ τούτων ζητήσεως ἀξίων ὄντων καὶ μὴ ὀνόματα θήρα, φιλότης.'