Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Πολύβιος δ᾽ ἐν τῇ ἑβδόμῃ ῾c. 1, 1' 'ΚΑΠΥΗΣΙΟΥΣ
τοὺς ἐν Καμπανίᾳ διὰ τὴν ἀρετὴν τῆς γῆς πλοῦτον περιβαλομένους ἐξοκεῖλαι εἰς τρυφὴν καὶ πολυτέλειαν, ὑπερβαλλομένους τὴν περὶ Κρότωνα καὶ Σύβαριν παραδεδομένην φήμην. ‘οὐ δυνάμενοι οὖν, φησίν, φέρειν τὴν
παροῦσαν εὐδαιμονίαν ἐκάλουν τὸν Ἀννίβαν: διόπερ
ὑπὸ Ῥωμαίων ἀνήκεστα δεινὰ ἔπαθον. Πετηλῖνοι δὲ
τηρήσαντες τὴν πρὸς Ῥωμαίους πίστιν εἰς τοσοῦτον
καρτερίας ἦλθον πολιορκούμενοι ὑπ᾽ Ἀννίβα ὥστε μετὰ
τὸ πάντα μὲν τὰ κατὰ τὴν πόλιν δέρματα καταφαγεῖν,
ἁπάντων δὲ τῶν κατὰ τὴν πόλιν δένδρων τοὺς φλοιοὺς
καὶ τοὺς ἁπαλοὺς πτόρθους ἀναλῶσαι [καὶ] ἕνδεκα
μῆνας ὑπομείναντες τὴν πολιορκίαν οὐδενὸς βοηθοῦντος οὐδὲ συνευδοκοῦντος Ῥωμαίων παρέδοσαν ἑαυτούς.'
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.