previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐπὶ κάλλει δὲ—‘ἔτι γὰρ γέρων ἀοιδὸς κελαδεῖ Μναμοσύναν᾽ κατὰ τὸν Εὐριπίδην Herc. 679'—᾽διαβόητοι γεγόνασι γυναῖκες Θαργηλία Μιλησία, ἥτις καὶ τεσσαρεσκαίδεκα ἀνδράσιν ἐγαμήθη, οὖσα καὶ τὸ εἶδος πάνυ καλὴ καὶ σοφή, ὥς φησιν Ἱππίας σοφιστὴς ἐν τῷ ἐπιγραφομένῳ Συναγωγή FHG II 61'.' Δίνων δ᾽ ἐν τῇ πέμπτῃ τῶν Περσικῶν τῆς πρώτης συντάξεώς φησιν ib. 93' 'ὅτι Βαγαβάζου γυνή, ἥτις ἦν ὁμοπάτριος Ξέρξου ἀδελφή, ὄνομα Ἀνοῦτις, καλλίστη ἦν τῶν ἐν τῇ Ἀσίᾳ γυναικῶν καὶ ἀκολαστοτάτη. Φύλαρχος δὲ ἐν τῇ ἐννεακαιδεκάτῃ Τιμῶσάν φησι FHG I 343' 'τὴν Ὀξυάρτου παλλακίδα πάσας γυναῖκας ὑπερβεβληκέναι κάλλει. ταύτην δ᾽ ἀπεστάλκει δῶρον τῶν Αἰγυπτίων βασιλεὺς Στατίρᾳ τῇ βασιλέως γυναικί. Θεόπομπος δὲ ἐν τῇ ἕκτῃ καὶ πεντηκοστῇ τῶν Ἱστοριῶν ib. 324' 'Ξενοπείθειαν τὴν Λυσανδρίδου μητέρα πασῶν τῶν κατὰ Πελοπόννησον γυναικῶν γεγονέναι καλλίονα. ἀπέκτειναν δὲ αὐτὴν Λακεδαιμόνιοι καὶ τὴν ἀδελφὴν αὐτῆς Χρύσην, ὅτε καὶ τὸν Λυσανδρίδαν ἐχθρὸν ὄντα Ἀγησίλαος βασιλεὺς καταστασιάσας φυγαδευθῆναι ἐποίησεν ὑπὸ Λακεδαιμονίων. καλλίστη δ᾽ ἦν καὶ Παντίκα Κυπρία, περὶ ἧς φησι Φύλαρχος ἐν τῇ δεκάτῃ τῶν Ἱστοριῶν ib. 338' 'ὅτι παρ᾽ Ὀλυμπιάδι οὖσαν τῇ Ἀλεξάνδρου μητρὶ ᾔτει πρὸς γάμον Μόνιμος Πυθίωνος. καὶ ἐπεὶ ἦν ἀκόλαστος γυνή, ἔφη Ὀλυμπιάς: ‘ πόνηρε, τοῖς ὀφθαλμοῖς γαμεῖς καὶ οὐ τῷ νῷ.' καὶ τὴν καταγαγοῦσαν δὲ Πεισίστρατον ἐπὶ τὴν τυραννίδα, ὡς Ἀθηνᾶς πειραν εἶδος ἔχουσαν, καλήν φησι γεγονέναι, ἥτις καὶ τῇ θεῷ εἴκαστο τὴν μορφήν. στεφανόπωλις δ᾽ ἦν: καὶ αὐτὴν ἐξέδωκε πρὸς γάμου κοινωνίαν Πεισίστρατος Ἱππάρχῳ τῷ υἱῷ, ὡς Ἀντικλείδης ἱστορεῖ ἐν η# Νόστων ib. 364':' ‘ἐξέδωκεν δὲ καὶ Ἱππάρχῳ τῷ υἱεῖ τὴν παραιβατήσασαν αὑτῷ γυναῖκα Φύην τὴν Σωκράτους θυγατέρα, καὶ Χάρμου τοῦ πολεμαρχήσαντος θυγατέρα ἔλαβεν Ἱππίᾳ περικαλλεστάτην οὖσαν τῷ μετ᾽ αὐτὸν τυραννεύσαντι. συνέβη δέ, ὥς φησι, τὸν Χάρμον ἐραστὴν τοῦ Ἱππίου γενέσθαι καὶ τὸν πρὸς Ἀκαδημίᾳ Ἔρωτα ἱδρύσασθαι πρῶτον, ἐφ᾽ οὗ ἐπιγέγραπται:
ποικιλομήχαν᾽ Ἔρως, σοὶ τόνδ᾽ ἱδρύσατο βωμὸν
Χάρμος ἐπὶ σκιεροῖς τέρμασι γυμνασίου.'
Ἡσίοδος δ᾽ ἐν τρίτῳ Μελαμποδίας fr. 195 Rz' 'τὴν ἐν Εὐβοίᾳ Χαλκίδα καλλιγύναικα εἶπεν. εὐπρεπεῖς γὰρ αὐτόθι γίγνονται γυναῖκες, ὡς καὶ Θεόφραστος fr. 110' 'εἴρηκεν. καὶ Νυμφόδωρος δ᾽ ἐν τῷ τῆς Ἀσίας Περίπλῳ FHG II 378' 'καλλίονάς φησι γίνεσθαι γυναῖκας τῶν πανταχοῦ γυναικῶν ἐν Τενέδῳ τῇ Τρωικῇ νήσῳ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: