previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τοσαῦτα καὶ τούτου κατακόψαντος οὐ μόνον τὰ προειρημένα ἀλλὰ καὶ ἡμᾶς, ἄλλος ἐπεισῆλθεν τὴν ματτύην κομίζων. ὑπὲρ ἧς καὶ ζητήσεως γενομένης καὶ τοῦ Οὐλπιανοῦ εἰπόντος τὰ ἐκ τῶν Ὀψαρτυτικῶν Γλωσσῶν τοῦ προειρημένου Ἀρτεμιδώρου, Αἰμιλιανὸς Δωροθέῳ ἔφη τῷ Ἀσκαλωνίτῃ σύγγραμμα ἐκδεδόσθαι ἐπιγραφόμενον Περὶ Ἀντιφάνους καὶ περὶ τῆς παρὰ τοῖς νεωτέροις κωμικοῖς ματτύης: ἣν Θετταλῶν φησιν εἶναι εὕρημα, ἐπιχωριάσαι δὲ κἀν ταῖς Ἀθήναις κατὰ τὴν Μακεδόνων ἐπικράτειαν. ὁμολογοῦνται δ᾽ οἱ Θετταλοὶ πολυτελέστατοι τῶν Ἑλλήνων γεγενῆσθαι περί τε τὰς ἐσθῆτας καὶ τὴν δίαιταν: ὅπερ αὐτοῖς αἴτιον ἐγένετο καὶ τοῦ κατὰ τῆς Ἑλλάδος ἐπαγαγεῖν τοὺς Πέρσας, ἐζηλωκόσι τὴν τούτων τρυφὴν καὶ πολυτέλειαν. ἱστορεῖ δὲ περὶ τῆς πολυτελείας αὐτῶν καὶ Κριτίας ἐν τῇ Πολιτείᾳ αὐτῶν FHG II 69'.' ὠνομάσθη δὲ ματτύη, ὡς μὲν Ἀθηναῖος Ἀπολλόδωρός φησιν ἐν τῷ πρώτῳ τῶν Ἐτυμολογουμένων, ἀπὸ τοῦ μασᾶσθαι, ὥσπερ καὶ μαστίχη καὶ μάσταξ: ἡμεῖς δέ φαμεν ἀπὸ τοῦ μάττειν, ἀφ᾽ οὗ καὶ μᾶζα αὐτὴ ὠνομάσθη καὶ παρὰ Κυπρίοις καλουμένη μαγίς, καὶ τὸ τρυφᾶν καθ᾽ ὑπερβολὴν ὑπερμαζᾶν. κατ᾽ ἀρχὰς μὲν οὖν τὴν δημοτικὴν καὶ κοινὴν ταύτην τροφὴν τὴν ἐκ τῶν ἀλφίτων μᾶζαν ὠνόμαζον καὶ μάττειν τὸ παρασκευάζειν αὐτήν. ὕστερον δὲ ποικίλλοντες τὴν ἀναγκαίαν τροφὴν ἀκολάστως καὶ περιέργως μικρὸν παραγαγόντες τοὔνομα τῆς μάζης ματτύην ὠνόμαζον πᾶν τὸ πολυτελὲς ἔδεσμα, τὸ δὲ ματτυάζειν τὸ παρασκευάζειν αὐτά, εἴτε ἰχθὺς εἴη εἴτε ὄρνις εἴτε λάχανον εἴτε ἱερεῖον εἴτε πεμμάτιον. τοῦτο δὲ δῆλόν ἐστιν ἐξ οὗ καὶ Ἀρτεμίδωρος παρέθετο μαρτυρίου Ἀλέξιδος: συνεμφῆναι γὰρ βουλόμενος Ἄλεξις τὴν ἀκολασίαν τῆς παρασκευῆς προσέθηκε τὸ λέπεσθαι. ἔχει δ᾽ <οὕτως> σύμπασα ἐκλογὴ οὖσα ἐκ τοῦ διεσκευασμένου δράματος ἐπιγράφεται Δημήτριος II 315 K':'
τοὔψον λαβοῦσαι τοῦτο ταπεταλμένον
σκευάζετ᾽, εὐωχεῖσθε, προπόσεις πίνετε,
λέπεσθε, ματτυάζετε.
τῷ δὲ λέπεσθαι χρῶνται οἱ Ἀθηναῖοι ἐπ᾽ ἀσελγοῦς καὶ φορτικῆς δι᾽ ἀφροδισίων ἡδονῆς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: