previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Λιτυέρσας δὲ ἦν μὲν υἱὸς Μίδου νόθος, Κελαινῶν δὲ τῶν ἐν Φρυγίᾳ βασιλεύς, ἄγριος ἰδέσθαι καὶ ἀνήμερος ἄνθρωπος, ἀδηφάγος δ᾽ ἰσχυρῶς. λέγει δὲ περὶ αὐτοῦ Σωσίθεος τραγῳδιοποιὸς ἐν δράματι Δάφνιδι Λιτυέρσᾳ οὕτως p. 639, 6 N':'
ἔσθει μὲν ἄρτους τρεῖς, ὄνους κανθηλίους
τρεῖς τῆς βραχείας ἡμέρας: πίνει δ᾽ ἕνα
καλῶν μετρητὴν τὸν δεκάμφορον πίθον.
τοιοῦτός ἐστι καὶ παρὰ Φερεκράτει Στράττιδι ἐν Ἀγαθοῖς, περὶ οὗ φησιν I 145 K':'
ἐγὼ κατεσθίω μόλις τῆς ἡμέρας
πένθ᾽ ἡμιμέδιμν᾽, ἐὰν βιάζωμαι. Β. μόλις;
ὡς ὀλιγόσιτος ἦσθ᾽ ἄρ᾽, ὃς κατεσθίεις
τῆς ἡμέρας μακρᾶς τριήρους σιτία.
Ξάνθος δ᾽ ἐν τοῖς Λυδιακοῖς FHG I 38' 'Κάμβλητά φησι τὸν βασιλεύσαντα Λυδῶν πολυφάγον γενέσθαι καὶ πολυπότην, ἔτι δὲ γαστρίμαργον. τοῦτον οὖν ποτε νυκτὸς τὴν ἑαυτοῦ γυναῖκα κατακρεουργήσαντα καταφαγεῖν, ἔπειτα πρωὶ εὑρόντα τὴν χεῖρα τῆς γυναικὸς ἐνοῦσαν ἐν τῷ στόματι ἑαυτὸν ἀποσφάξαι, περιβοήτου τῆς πράξεως γενομένης. περὶ δὲ Θυὸς τοῦ Παφλαγόνων βασιλέως ὅτι καὶ αὐτὸς ἦν πολυφάγος προειρήκαμεν IV 144 f',' παραθέμενοι Θεόπομπον ἱστοροῦντα ἐν τῇ πέμπτῃ καὶ τριακοστῇ FHG I 311'.' Ἀρχίλοχος δ᾽ ἐν Τετραμέτροις Χαρίλαν εἰς τὰ ὅμοια διαβέβληκεν fr. 79 B',' ὡς οἱ κωμῳδιοποιοὶ Κλεώνυμον καὶ Πείσανδρον. περὶ δὲ Χαιρίππου φησὶ Φοινικίδης ἐν Φυλάρχῳ οὕτως IV 510 M':'
τρίτον δὲ πρὸς τούτοισι τὸν σοφώτατον
Χαίριππον. οὗτος, ὥσπερ οἶδας, ἐσθίει
μέχρι ἂν διδῷ τις λάθῃ διαρραγείς.
τοιοῦτ᾽ ἔχει ταμιεῖον ὥσπερ οἰκίας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: