μυρίσασά <μ᾽> ἐγκατέκλεισεν ἀνθ᾽ αὑτῆς λάθρᾳ.μυρώμασιν μέντοι, οὐ μυρίσμασιν ἔλεγεν Ἀριστοφάνης ἐν Ἐκκλησιαζούσαις ῾1117':'
ἥτις μεμύρισμαι τὴν κεφαλὴν μυρώμασιν.῾τῆς δὲ λεγομένης σάγδας—μύρον δ᾽ ἐστὶ καὶ τοῦτο— Ἐπίλυκος ἐν Κωραλίσκῳ ῾I 803 K':'
βάκκαρίς τε καὶ σάγδας ὁμοῦ.καὶ Ἀριστοφάνης ἐν Δαιταλεῦσιν καὶ ἐν Μαρικᾷ Εὔπολις ‘σάγδαν ἐρυγγάνοντα᾽ λέγων ῾v. supra p. 690 e'.' ὅπερ ὁ Θυατειρηνὸς Νίκανδρος ἐπὶ τοῦ ἄγαν χλιδῶντος εἰρῆσθαι ἀκούει, Θεόδωρος δὲ θυμίαμά τί φησιν αὐτὸ εἶναι.'