Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ΣΙΚΥΟΣ. παροιμία:
σικυὸν τρώγουσα, γύναι, τὴν χλαῖναν ὕφαινε.
Μάτρων ἐν παρῳδίαις ῾cf.
Od. 11.576':'
καὶ σικυὸν εἶδον, γαίης ἐρικυδέος υἱόν,
κείμενον ἐν λαχάνοις: ὃ δ᾽ ἐπ᾽ ἐννέα κεῖτο τραπέζας.
καὶ λευχης:
ὡς δ᾽ ὅτ᾽ ἀέξηται σικυὸς δροσερῷ ἐνὶ χώρῳ.
Ἀττικοὶ μὲν οὖν ἀεὶ τρισυλλάβως,
Ἀλκαῖος δὲ ῾fr. 151 B4'
'‘
δάκῃ,
φησί,
τῶν σικύων᾽ ἀπὸ εὐθείας τῆς σίκυς,
ὡς
στάχυς στάχυος.
στελεόν,
ῥαφανίδας ....,
σικυοὺς τέτταρας.
σικύδιον δ᾽ ὑποκοριστικῶς εἴρηκε Φρύνιχος ἐν Μονοτρόπῳ ῾I 377 K':'
κἀντραγεῖν σικύδιον.