previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἀντίγονος δ᾽ Καρύστιος ἐν τῷ περὶ τοῦ Διονυσίου βίου τοῦ Ἡρακλεώτου τοῦ ἐπικληθέντος Μεταθεμένου φησὶ p. 126 Wil' 'τὸν Διονύσιον τοῖς οἰκέταις συνεορτάζοντα ἐν τῇ τῶν Χοῶν ἑορτῇ καὶ μὴ δυνάμενον διὰ γῆρας χρῆσθαι παρειλήφεσαν ἑταίρᾳ ὑποστρέψαντα εἰπεῖν πρὸς τοὺς συνδειπνοῦντας:

οὐ δύναμαι τανύσαι, λαβέτω δὲ καὶ ἄλλος.

ἦν δὲ Διονύσιος ἔτι ἐκ νέου, ὥς φησι Νικίας Νικαεὺς ἐν ταῖς Διαδοχαῖς, πρὸς τὰ ἀφροδίσια ἐκμανὴς καὶ πρὸς τὰς δημοσίας εἰσῄει παιδίσκας ἀδιαφόρως. καί ποτε πορευόμενος μετά τινων γνωρίμων ὡς ἐγένετο κατὰ τὸ παιδισκεῖον, εἰς τῇ προτεραίᾳ παρεληλυθὼς ὤφειλε χαλκοῦς, ἔχων τότε κατὰ τύχην ἐκτείνας τὴν χεῖρα πάντων ὁρώντων ἀπεδίδου. Ἀνάχαρσις δ᾽ Σκύθης παρὰ Περιάνδρῳ τεθέντος ἄθλου περὶ τοῦ πίνειν ᾔτησε τὸ νικητήριον πρῶτος μεθυσθεὶς τῶν συμπαρόντων, ὡς ὄντος τέλους τούτου καὶ τῆς ἐν τῷ πότῳ νίκης ὥσπερ καὶ τῆς ἐν τῷ τρέχειν. Λακύδης δὲ καὶ Τίμων οἱ φιλόσοφοι κληθέντες πρός τινα τῶν γνωρίμων ἐπὶ δύο ἡμέρας καὶ βουλόμενοι συμπεριφέρεσθαι τοῖς παροῦσιν ἔπινον προθυμότερον. τῇ μὲν οὖν πρώτῃ τῶν ἡμερῶν Λακύδης ἀπῄει πρότερος ἐπιπολάσαντος αὐτῷ τοῦ ποτοῦ, καὶ Τίμων ὁρῶν αὐτὸν ἀπιόντα ἔφη:

ἠράμεθα μέγα κῦδος, ἐπέφνομεν Ἕκτορα δῖον.

τῇ δ᾽ ὑστεραίᾳ προαπιόντος τοῦ Τίμωνος διὰ τὸ μὴ δυνηθῆναι ἐκπιεῖν τὴν προποθεῖσαν αὐτῷ κύλικα Λακύδης ἰδὼν αὐτὸν ἐπανάγοντα εἶπε:

δυστήνων δέ τε παῖδες ἐμῷ μένει ἀντιόωσιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
hide References (3 total)
  • Cross-references from this page (3):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: