Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τοιαῦτα ὥσπερ οἱ ῥήτορες πρὸς ὕδωρ εἰπὼν
καὶ βραχὺ ἀναπαυσάμενος αὖθις ἔφη: ‘
Ἄμφις ὁ κωμικός πού φησιν ῾II 248 K':'
ἐνῆν ἄρ᾽, ὡς ἔοικε, κἀν οἴνῳ λόγος:
ἔνιοι δ᾽ ὕδωρ πίνοντές εἰσ᾽ ἀβέλτεροι.
Ἀντιφάνης δέ ῾II 129 K':'
οἴνῳ .... τὸν οἶνον ἐξελαύνειν,
σάλπιγγι τὴν σάλπιγγα, τῷ κήρυκι τὸν βοῶντα,
κόπῳ κόπον, ψόφῳ ψόφον, τριωβόλῳ δὲ πόρνην,
αὐθαδίαν αὐθαδίᾳ, Καλλίστρατον μαγείρῳ,
στάσιν στάσει, μάχῃ μάχην, ὑπωπίοις δὲ πύκτην,
πόνῳ πόνον, δίκην δίκῃ, γυναικὶ τὴν γυναῖκα.
ὅτι καὶ ἐπὶ τοῦ ὕδατος ἔταττον οἱ παλαιοὶ τὸ ἄκρατον.
Σώφρων ῾fr. 22 Bo':' ‘
ὕδωρ ἄκρατον εἰς τὰν
κύλικα.'